Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δ᾿ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ᾿ ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνῆς κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.

Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ᾿ ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα.

Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλλοι. [*](¹ κεφαλαίας conj. Sch.; κεφαλῆς Ald.) [*](2 τῶν ἑλκῶν conj. Sch.; τῶν δὲ ἑλκώδῶν (sic) U*; τῶν ἑλκωδῶν Ald. H. cf. § 3.) [*](3 Plin. 25. 32: Diosc. 3. 48.) [*](4 δίκραν ἢ τρίκραν conj. Sch.; δίκραν ἢ τρίκαν UM; δικρανῆ πικρὰν U*; δικρανῆ ἢ τρικρανῆ Ald.)

272
τῶν γὰρ στρύχνων ὁ μὲν ὑπνώδης ὁ δὲ μανικός. καὶ ὁ μὲν ὑπνώδης ἐρυθρὰν ἔχων τὴν ῥίον ὥσπερ αἷμα ξηραινομένην, ὀρυττομένην δὲ λευκήν, καὶ καρπὸν ἐρυθρότερον κρόκου, φύλλον δὲ τιθυμάλλῳ ὅμοιον ἢ μηλέᾳ τῇ γλυκείᾳ καὶ αὐτὸ δασὺ καὶ πυγμὴν μέγα. τούτου τῆς ῥίζης τὸν φλοιὸν κόπτοντες λίαν καὶ βρέχοντες ἐν οἴνῳ ἀκράτῳ διδόασι πιεῖν καὶ ποιεῖ καθεύδειν. φύεται δὲ ἐν χαράδραις καὶ τοῖς μνήμασιν.

Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ᾿ αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ᾿ ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμπαραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ.

[*](¹ cf. 7. 15. 4, where a third στρύχνος is mentioned, which is ὁμώνυμος, not συνώνυμος, i.e. which has nothing in common with these two στρύχνοι except the name. of. also 9. 15. 5.)[*](² κρόκου conj. Dalec. from Diosc. 4. 72, καρπὸν. . . κροκί- ζοντα; κόκκου MSS.)[*](3 πυγμὴν μέγα U; πυθμὴν μέγας U*Ald. H.; W. adopts Bod. ’s conjecture σπιθαμὴν μέγα.)[*](4 Plin. 21. 177–179; Diosc. 4. 73.)[*](5 θρύορον Ald.H.; θρυόρον U*; βρυόρον U; βρύορον MmBas.;)
274

Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου.

Ὁ δ᾿ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἄμα τρυγήτῳ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.