Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

X. Ὁ δὲ ἐλλέβορος ὅ τε μέλας καὶ ὁ λευκὸς ὥσπερ ὁμώνυμοι φαίνονται· περὶ δὲ τῆς ὄψεως διαφωνοῦσιν· οἱ μὲν γὰρ ὁμοίους εἶναι, πλὴν τῷ χρώματι μόνον διαφέρειν τὴν ῥίζαν τοῦ μὲν λευκὴν τοῦ δὲ μέλαιναν· οἱ δὲ τοῦ μὲν μέλανος τὸ φύλλον δαφνῶδες τοῦ δὲ λευκοῦ πρασῶδες, τὰς δὲ ῥίζας ὁμοίας πλὴν τῶν χρωμάτων. οἱ δ᾿ οὖν ὁμοίους λέγοντες τοιάνδε φασὶν εἶναι τὴν μορφήν· καυλὸν μὲν ἀνθερικώδη βραχὺν σφόδρα· φύλλον δὲ πλατύσχιστον, παρόμοιον σφόδρα τῷ τοῦ νάρθηκος, μῆκος δ᾿ ἔχον· εὐθὺ δ᾿ ἐκ τῆς ῥίζης [*](¹ ὅτι γὰρ conj. W.; ὅσα γὰρ UU*M*; τὰ γὰρ M; τὸ γὰρ Ald.) [*](² Diosc. 4. 153; Plin. 13. 124. ³ Diosc. 4. 175.)

266
ἠρτημένον καὶ ἐπιγειόφυλλον· πολύρριζον δ᾿ εὖ μάλα ταῖς λεπταῖς καὶ χρησίμοις.

Ἀναιρεῖν δὲ τὸν μὲν μέλανα καὶ ἵππους καὶ βοῦς καὶ ὗς, δι᾿ ὃ καὶ οὐδὲν νέμεσθαι τούτων· τὸν δὲ λευκὸν νέμεσθαι τὰ πρόβατα καὶ ἐκ τούτου πρῶτον συνοφθῆναι τὴν δύναμιν καθαιρομένων ἐκείνων· ὡραῖος δὲ μετοπώρου, τοῦ δ᾿ ἦρος ἄωρος· ἀλλὰ πρὸς τὴν πυλαίαν οἱ ἐκ τῆς Οἴτης συλλέγουσι· πλεῖστος γὰρ ἐνταῦθα φύεται καὶ ἄριστος· μοναχοῦ δὲ φύεται τῆς Οἴτης περὶ τὴν Πυράν.

Μίσγεται δὲ πρὸς τὴν πόσιν, ὅπως εὐεμὲς ᾖ, τὸ τῆς ἐλλεβορίνης σπέρμα· τοῦτο δ᾿ ἐστὶ ποάριον.

Φύεται δὲ ὁ μὲν μέλας πανταχοῦ· καὶ γὰρ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Εὐβοίᾳ καὶ παρ᾿ ἄλλοις πολλοῖς· ἄριστος δὲ ὁ ἐκ τοῦ Ἑλικῶνος, καὶ ὅλως τὸ ὄρος εὐφάρμακον. ὁ δὲ λευκὸς ὀλιγαχοῦ· βέλτιστοι δὲ καὶ οἶς χρῶνται μάλιστα τέτταρες ὁ Οἰταῖος ὁ Ποντικὸς ὁ Ἐλεάτης ὁ Μαλιώτης. φασὶ δὲ τὸν Ἐλεάτην ἐν τοῖς ἀμπελῶσι φύεσθαι καὶ ποιεῖν τὸν οἶνον οὕτω διουρητικὸν ὥστε λαγαροὺς εἶναι πάνυ τοὺς πίνοντας.

Ἄριστος δὲ πάντων καὶ τούτων καὶ τῶν ἄλλων ὁ Οἰταῖος. ὁ δὲ Παρνάσιος καὶ ὁ Αἰτωλικός, γίνεται γὰρ καὶ ἐνταῦθα καὶ πολλοὶ καὶ ὠνοῦνται καὶ πωλοῦσιν οὐκ εἰδότες, οὐχ ὅτε σκληροὶ καὶ [*](¹ Which were held apparently at Thermopylae regularly in autumn and sometimes in spring: the meeting would give opportunities for sale. ἀλλὰ implies a spring meeting.)

268
ἄγαν περισκελεῖς. ταῦτα μὲν οὖν ὅμοια ταῖς μορφαῖς ὄντα ταῖς δυνάμεσι διαφέροντα.

Καλοῦσι δὲ τὸν μέλανά τινες ἔκτομον Μελαμπόδιον, ὡς ἐκείνου πρῶτον τεμόντος καὶ ἀνευρόντος. καθαίρουσι δὲ καὶ οἰκίας αὐτῷ καὶ πρόβατα συνεπᾴδοντές τινα ἐπῳδὴν καὶ εἰς ἄλλα δὲ πλείω χρῶνται.

XI. Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύμαλλοι καὶ ἕτερ᾿ ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον καλούμενον τὸ δ᾿ Ἀσκληπίειον τὸ δ᾿ Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον. λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ᾿ ἐλαίου· τοῦ δ᾿ ἔχεως τὸ δῆγμα καὶ καταπλάττοντες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν μέλιτι.

Τὸ δ᾿ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν [*](¹ From this phrase ἔκτομον came to be used as a synonym for‘black hellebore.’ cf. Plin. 25. 47; Diosc. 4. 149; Hesych. and Galen, Lex. Hipp. s. v.) [*](² 9. 9. 2. 3 Plin. 25 32; 26. 139.) [*](4 μικρὰν conj. H. from Plin. 25. 32. radix varra; μακρὰν U* Ald.)

270
τε ξύοντα πίνειν, καὶ σπληνὸς ὅταν αἷμα περὶ αὐτὸν ἐν μελικράτῳ, καὶ κεφαλαίας τρίβοντα ἐν ἐλαίῳ ἀλείφειν καὶ ἄλλο τι ἐὰν πονῇ τις ἀφανές, καὶ γαστρὸς ὀδύνης ἐν οἴνῳ ξύοντα. δύνασθαι δὲ καὶ τὰς μακρὰς ἀρρωστίας ἐκκλίνειν. ἔπειτα τῶν ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὸν ἐπιπάττοντα προκατακλύζοντα ἐν οἴνῳ θερμῷ, τῶν δὲ ξηρῶν ἐν οἴνῳ δεῦσαι καὶ καταπλάττειν.