Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ᾿ ἄνθος, ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος· ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφόδελος· [*](¹ συντιθέντες: sense doubtful. Sch. and W. mark the word as corrupt.) [*](² cf. 9. 20. 3; Plin. 24. 142; Diosc. 2. 166.)

128
ὁ γὰρ ἀνθέρικος μέγιστος· ὁ δὲ τῆς ἴριδος ἐλάττων μὲν σκληρότερος δὲ τὸ δὲ ὅλον ἀνθερικώδης. ἔστι δὲ καὶ πολύκαρπος ὁ ἀσφόδελος, καὶ ὁ καρπὸς αὐτοῦ ξυλώδης τῇ μὲν μορφῇ τρίγωνος τῷ δὲ χρώματι μέλας· γίνεται δὲ ἐν τῷ στρογγύλῳ τῷ ὑποκάτω τοῦ ἄνθους, ἐκπίπτει δὲ τοῦ θέρους, ὅταν τοῦτο διαχάνῃ.

τὴν ἄνθησιν ποιεῖται κατὰ μέρος, ὥσπερ καὶ ἐπὶ τῆς σκίλλης, ἄρχεται δὲ πρῶτον ἀπὸ τῶν κάτωθεν. ἐν δὲ τῷ ἀνθερίκῳ συνίσταται σκώληξ, ὃς εἰς ἄλλο μεταβάλλει ζῶον ἀνθρηνοειδές, εἶθ᾿ ὅταν ὁ ἀνθέρικος αὐανθῇ διεσθίον ἐκπέταται. δοκεῖ δὲ ἴδιον ἔχειν πρὸς τὰ ἄλλα τὰ λειόκαυλα, διότι στενὸς ὢν ἀποφύσεις ἄνωθεν ἔχει. πολλὰ δὲ εἰς τροφὴν παρέχεται χρήσιμα· καὶ γὰρ ὁ ἀνθέρικος ἐδώδιμος σταθευόμενος καὶ τὸ σπέρμα φρυγόμενον καὶ πάντων δὲ μάλιστα ἡ ῥίζα κοπτομένη μετὰ σύκου καὶ πλείστην ὄνησιν ἔχει καθ᾿ Ἡσίοδον.

Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα μάλιστα δ᾿ ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγνυμένου τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ᾿ ἔνια βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς [*](¹ ἐκπίπτει conj. W.; ἐκπίπτων Ald.) [*](2 ἄνθησιν conj. Scal.; ἄναυσιν corr. to αὔανσιν U; ἄναυσιν M; αὔανσιν Ald.: floret per partes G.)

130
ῥίζης· ἔνια δὲ καὶ ἀπὸ τοῦ σπέρματος φανερῶς, οἷον ὅ τε ἀνθέρικος καὶ τὸ λείριον καὶ τὸ φάσγανον καὶ ὁ βολβός.