Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐδώδιμος δὲ καὶ ἡ τοῦ ἄρου καὶ αὐτὴ καὶ τὰ φύλλα προαφεψηθέντα ἐν ὄξει καί ἐστιν ἡδεῖά τε καὶ πρὸς τὰ ῥήγματα ἀγαθή. πρὸς δὲ τὴν αὔξησιν αὐτῆς, ὅταν ἀποφυλλίσωσιν, ἔχει δὲ μέγα σφόδρα τὸ φύλλον, ἀνορύξαντες στρέφουσιν, ὅπως ἂν μὴ διαβλαστάνῃ ἀλλὰ πᾶσαν ἕλκῃ τὴν τροφὴν εἰς ἑαυτήν, ὃ καὶ ἐπὶ τῶν βολβῶν τινες [*](¹ cf. 7. 11. 2 ad fin. ² Plin. 19. 93 and 94.) [*](3 μορφαῖς: cf. 8. 4. 2. 4 7. 9. 4.) [*](5 The legends about Epimenides suggest that the ‘use’ was possibly in magic: cf. what is said of σκίλλα 7. 13, 4. cf. Plin. l.c.)

126
ποιοῦσι συντιθέντες· ἡ δὲ τοῦ δρακοντίου, καλοῦσι γάρ τι δρακόντιον ἄρον διὰ τὸ τὸν καυλὸν ἔχειν τινὰ ποικιλίαν, ἄβρωτος καὶ φαρμακώδης.

Ἀλλὰ ἡ τοῦ φασγάνου καλουμένου γλυκεῖά τε ἑψηθεῖσα, καὶ τριφθεῖσα μιγνυμένη τῷ ἀλεύρῳ ποιεῖ τὸν ἄρτον γλυκὺν καὶ ἀσινῆ· στρογγύλη δέ ἐστι καὶ ἄφλοιος καὶ ἀποφύσεις ἔχουσα μικράς, ὥσπερ τὸ γήθυον· πολλὰς δὲ εὑρίσκουσιν ἐν ταῖς σκαλοπιαῖς· χαίρει γὰρ καὶ συλλέγει τὸ ζῶον.

Ἡ δὲ τοῦ θησείου τῇ μὲν γεύσει πικρά, τριβομένη δὲ κοιλίαν ὑποκαθαίρει. φαρμακώδεις δέ τινές εἰσι καὶ ἕτεραι, πολλῶν δὲ οὔτε φαρμακώδεις οὔτε ἐδώδιμοι. καὶ αὗται μὲν ἐν ταῖς ῥίζαις αἱ διαφοραί.

XIII. Κατὰ δὲ τὰ φύλλα τοῖς τε μεγέθεσιν καὶ τοῖς σχήμασιν. ὁ μὲν ἀσφόδελος μακρὸν καὶ στενότερον καὶ ὑπόγλισχρον ἔχει τὸ φύλλον, ἡ δὲ σκίλλα πλατὺ καὶ εὐδιαίρετον, τὸ δὲ φάσγανον ὑπό τινων δὲ καλούμενον ξίφος ξιφοειδές, ὅθεν ἔσχε καὶ τοὔνομα, ἡ δὲ ἶρις καλαμωδέστερον· τὸ δὲ τοῦ ἄρου πρὸς τῇ πλατύτητι καὶ ἔγκοιλον καὶ σικυῶδές ἐστιν· ὁ δὲ νάρκισσος στενὸν καὶ πολὺ καὶ λιπαρόν· βολβὸς δὲ καὶ τὰ βολβώδη παντελῶς στενὰ καὶ τοῦ κρόκου δ᾿ ἔτι στενότερον.