Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Σαρκώδης δὲ καὶ ἐδώδιμος ἡ τοῦ σόγκου· ἡ δὲ κύησις οὐκ ἀκανώδης ἀλλὰ προμήκης αὐτοῦ· καὶ τοῦτ᾿ ἴδιον μόνον ἔχει τῶν φυλλακάνθων ἀντεστραμμένως ἢ ὁ χαμαιλέων· ὁ μὲν γὰρ ἀφυλλάκανθος ὢν ἀκαιίζει. γηράσκον δὲ τὸ ἄνθος ἐκπαπποῦται, καθάπερ τὸ τῆς ἀπάπης καὶ τὸ τῆς μυρίκης καὶ ὅσα παραπλήσια τούτοις. παρακολουθεῖ δὲ μέχρι τοῦ θέρους τὸ μὲν κυοῦν τὸ δὲ ἀνθοῦν τὸ δὲ σπέρμα τίκτον, μικρὰν ἰκμάδα καὶ κέντρον ἔχον· ξηραινόμενον δὲ τὸ φύλλον διαχεῖται καὶ οὐκέτι κεντεῖ.

Ἡ ἰξίνη δὲ φύεται μὲν οὐ πολλαχοῦ, ῥιζόφυλλον δέ ἐστιν. ἀπὸ δὲ τῆς ῥίζης μέσης ὁ σπερματικὸς ἄκανος ἐπιπέφυκεν, ὥσπερ μῆλον εὖ [*](¹ ἀκκανικὴ conj. Bod., cf. 6. 4. 4 nn.; ἀκανθικὴ Ald.) [*](² cf. Hes. Op. 582.) [*](³ σόγκου conj. C. Hoffmann; ὄγκου Ald.) [*](4 κύησις: i.e. flower-head. cf. κύημα 6. 4. 3: Plin. 21. 94.) [*](5 ἀκανόδης conj. Scal.: ἀκανθώδης Ald. cf. 6. 4. 3 nn.) [*](6 cf. 6. 4. 3. T. ’s information seems to be incorrect, as)

30
μάλα ἐπικεκρυμμένον ὑπὸ τῶν φύλλων· οὗτος δὲ ἐπὶ τοῦ ἄκρου φέρει τὸ δάκρυον εὔστομον, καὶ τοῦτό ἐστιν ἡ ἀκανθικὴ μαστίχη. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πανταχοῦ σχεδόν ἐστιν.

Ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δὲ οὐκ ἔστιν. ἴδιον δὲ παρὰ τἆλλα τὸ φυτόν· ἀφίησι γὰρ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους, τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καλοῦσι δὲ τοὺς καυλοὺς τούτους κάκτους· ἐδώδιμοι δέ εἰσι περιλεπόμενοι μικρὸν ἐπίπικροι, καὶ θησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ.

Ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα· γίνεται δὲ καὶ οὗτος ἐδώδιμος πλὴν ἀθησαύριστος. τὸ δὲ περικάρπιον, ἐν ᾧ τὸ σπέρμα, τὴν μὲν μορφὴν ἀκανῶδες, ἀφαιρεθέντων δὲ τῶν παππωδῶν σπερμάτων ἐδώδιμον καὶ τοῦτο καὶ ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ· καλοῦσι δὲ αὐτὸ σκαλίαν. τὰ μὲν οὖν φυλλάκανθα σκεπτέον ἐν τοιαύταις διαφοραῖς.