Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸν δ᾿ ἄλλων τὰ μὲν ὁμοιότερα τούτῳ τὸν καυλὸν ἔχει κοῖλον καθάπερ ὁ μανδραγόρας καὶ τὸ κώνειον καὶ ὁ ἐλλέβορος καὶ ὁ ἀνθέρικος· τὰ δ᾿ οἷον ἐννευρόκαυλα τυγχάνει, καθάπερ μάραθον. μυοφόνον τὰ ὅμοια τούτοις. ἴδιος δὲ ὁ καρπὸς τοῦ μανδραγόρου τῷ μέλας τε καὶ ῥαγώδης καὶ οἰνώδης εἶναι τῷ χυμῷ.

III. Μέγισται δὲ καὶ ἰδιώταται φύσεις ἥ τε τοῦ σιλφίου καὶ ἡ τοῦ παπύρου ἐν Ἀἰγύπτῳ· ναρθηκώδη γὰρ καὶ ταῦτά ἐστιν· ὑπὲρ ὦν τοῦ μὲν παπύρου πρότερον εἴπομεν ἐν τοῖς ἐνύδροις, ὑπὲρ θατέρου δὲ νῦν λεκτέον.

Τὸ δὲ σίλφιον ἔχει ῥίζαν μὲν πολλὴν καὶ παχεῖαν, τὸν δὲ καυλὸν ἡλίκον νάρθηξ, σχεδὸν δὲ καὶ τῷ πάχει παραπλήσιον, τὸ δὲ φύλλον, ὃ καλοῦσι μάσπετον, ὅμοιον τῷ σελίνῳ· σπέρμα [*](¹ κοῖλον add. W.) [*](² See Index: the stalk is specially in question here.) [*](³ cf. 6. 1. 4 n. ἐκνευρόκαυλα P2Ald., cf. ἔκλευκος, ‘whitish’; ἐννευρόκαυλα conj. Sch. as in 6. 1. 4; but οἷον indicates the coinage of a fresh term. κώνειον seems to be placed in the wrong list.) [*](4 Plin. 25. 147–150 describes mandragoras, but his descrip- tion is not taken from T. cf. Diosc. 4. 75, where three kinds )

16
δ᾿ ἔχει πλατύ, οἷον φυλλῶδες, τὸ λεγόμενον φύλλον. ἐπετειόκαυλον δ᾿ ἐστίν, ὥσπερ ὁ νάρθηξ. ἄμα μὲν οὖν τῷ ἦρι τὸ μάσπετον τοῦτο ἀφίησιν, ὃ καθαίρει τὰ πρόβατα καὶ παχύνει σφόδρα καὶ τὰ κρέα θαυμαστὰ ποιεῖ τῇ ἡδονῇ· μετὰ δὲ ταῦτα καυλόν, ὃν ἐσθίεσθαι πάντα τρόπον ἑφθὸν ὀπτόν, καθαίρειν δὲ καὶ τοῦτόν φασι τὰ σώματα τετταράκοντα ἡμέραις.

ὀπὸν δὲ διττὸν ἔχει, τὸν μὲν ἀπὸ τοῦ καυλοῦ τὸν δὲ ἀπὸ τῆς ῥίζης, δι᾿ ὃ καλοῦσι τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν. ἡ δὲ ῥίζα τὸν φλοιὸν ἔχει μέλανα, καὶ τοῦτον περιαιροῦσιν. ἔστι δὲ ὥσπερ μέταλλα τῶν ῥιζοτομιῶν αὐτοῖς, ἐξ ὧν ὁπόσον ἂν δοκῇ συμφέρειν ταμιευόμενοι πρὸς τὰς τομὰς καὶ τὸ προϋπάρχον τέμνουσιν· οὐκ ἔξεστι γὰρ οὕτε παρατέμνειν οὔτε πλεῖον τῶν τεταγμένων· καὶ γὰρ διαφθείρεται καὶ σήπεται τὸ ἀργὸν ἐὰν χρονίζῃ. κατεργάζονται δὲ ἄγοντες εἰς τὸν Πειραιᾶ τόνδε τὸν τρόπον· ὅταν βάλωσι εἰς ἀγγεῖα καὶ ἄλευρα μίξωσι, σείουσι χρόνον συχνόν, ὅθεν καὶ τὸ χρῶμα λαμβάνει καὶ ἐργασθὲν ἄσηπτον ἤδη διαμένει. τὰ μὲν οὖν κατὰ τὴν ἐργασίαν καὶ τομὴν οὕτως ἔχει.

Τόπον δὲ πολὺν ἐπέχει τῆς Λιβύης· πλείω γάρ φασιν ἢ τετρακισχίλια στάδια· πλεῖστα δὲ γίνεσθαι περὶ τὴν σύρτιν ἀπὸ τῶν Εὐεσπερίδων. ἴδιον δὲ τὸ φεύγειν τὴν ἐργαζομένην καὶ ἀεὶ συνεργαζομένης καὶ συνημερουμένης ἐξαναχωρεῖν, [*](¹ οἷον φυλλ. τὸ λεγ. conj. W.; φυλλ. οἷον τὸ λεγ. Ald.H.) [*](² I have added ὃν.) [*](3 μέταλλα U; μέτρα Ald.; ἐν μετάλλοις μέτρα.) [*](4 cf. 9. 1. 7; Diosc. 3. 80.)

18
ὡς οὐ δεομένου δῆλον ὅτι θεραπείας ἀλλ᾿ ὄντος ἀγρίου. φασὶ δ᾿ οἱ Κυρηναῖοι φανῆναι τὸ σίλφιον ἔτεσι πρότερον ἢ αὐτοὶ τὴν πόλιν ᾤκησαν ἑπτά· οἰκοῦσι δὲ μάλιστα περὶ τριακόσια εἰς Σιμωνίδην ἄρχοντα Ἀθήνῃσιν.