Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Σφάκος δὲ καὶ ἐλελίσφακος διαφέρουσιν ὡσὰν τὸ μὲν ἥμερον τὸ δὲ ἄγριον· λειότερον γὰρ τὸ φύλλον τοῦ σφάκου καὶ ἔλαττον καὶ αὐχμηρότερον, τὸ δὲ τοῦ ἐλελισφάκου τραχύτερον.

Δύο δὲ γένη καὶ τοῦ πρασίου· τὸ μὲν γὰρ ἔχει ποῶδες τὸ φύλλον καὶ μᾶλλον ἐπικεχαραγμένον, ἔτι δὲ τάς ἐντομὰς ἐνδήλους σφόδρα καὶ βαθείας, ᾧ καὶ οἱ φαρμακοπῶλαι χρῶνται πρὸς ἔνια· τὸ δὲ ἕτερον στρογγυλότερον καὶ αὐχμῶδες σφόδρα, καθάπερ τοῦ σφάκου, καὶ τὰς ἐντομὰς ἀμαυροτέρας ἔχον καὶ ἐπικεχαραγμένον ἧττον.

Κονύζης δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. διαφορὰς δὲ ἔχει καθάπερ τὰ ἄλλα τὰ οὕτω διαιρούμενα· τὸ μὲν γὰρ θῆλυ λεπτοφυλλότερον καὶ ξυνεστηκὸς μᾶλλον καὶ τὸ ὅλον ἔλαττον, τὸ δὲ ἄρρεν μεῖζόν τε καὶ παχυκαυλότερον καὶ πολυκλωνότερον καὶ τὸ φύλλον μεῖζον καὶ λιπαρώτερον ἔχον, ἔτι δὲ τὸ ἄνθος λαμπρότερον. καρποφόρα δὲ ἄμφω· τὸ δὲ ὅλον ὀψιβλαστεῖ καὶ ὀψιανθεῖ περὶ Ἀρκτοῦρον καὶ μετ᾿ [*](1 λαμβάνειν P2Ald.: lit. ‘take hold’, cf. 6. 2. 6; βλαστάνειν) [*](²σφάκος conj. Sch.: σφάκελος UMVP2Ald.; Plin. 22, 146 and 147.)

12
Ἀρκτοῦρον λαμβάνει. βαρεῖα δὲ ἡ ὀσμὴ τοῦ ἄρρενος, ἡ δὲ τῆς θηλείας δριμυτέρα, δι᾿ ὃ καὶ πρὸς τὰ θηρία χρησίμη.

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα ὥσπερ διαφέροντα. πάλιν δὲ ἄλλα μονοειδῆ τυγχάνοντα καὶ τῶν πρότερον εἰρημένων καὶ ἕτερα παρὰ ταῦτα· πλείω γάρ ἐστι.

Τὸ δὲ ναρθηκῶδες, καὶ γὰρ καὶ τοῦτο τῶν φρυγανικῶν, πολλὰς περιείληφεν ἰδέας· ἐν οἷς πρῶτον ὑπὲρ τοῦ κοινοῦ πᾶσι λεκτέον, ὑπὲρ νάρθηκός τε καὶ ναρθηκίας, εἴτε τὸ αὐτὸ γένος ἐστὶν ἀμφοῖν διαφέρον δὲ κατὰ μέγεθος, εἴτε καὶ ἕτερον ὥσπερ τινές φασιν. ἡ δ᾿ οὖν φανερὰ. φύσις ἀμφοῖν ὁμοία πλὴν κατὰ τὸ μέγεθος· ὁ μὲν γὰρ νάρθηξ γίνεται μέγας σφόδρα ἡ δὲ ναρθηκία μικρά. μονόκαυλα δ᾿ ἄμφω καὶ γονατώδη, ἀφ᾿ ὧν τά τε φύλλα βλαστάνει καὶ καυλοί τινες μικροί·

βλαστάνει δὲ παραλλὰξ τὰ φύλλα· λέγω δὲ παραλλὰξ ὅτι οὐκ ἐκ τοῦ αὐτοῦ μέρους τῶν γονάτων ἀλλ᾿ ἐναλλάξ· περιειληφότα δὲ τὸν καυλὸν ἐπὶ πολύ, καθάπερ τὰ τοῦ καλάμου, πλὴν ἀποκεκλιμένα ταῦτα μᾶλλον διὰ τὴν μαλακότητα καὶ τὸ μέγεθος· μέγα γὰρ τὸ φύλλον καὶ μαλακὸν καὶ πολυσχιδές, ὥστε εἶναι σχεδὸν τριχῶδες· ἔχει δὲ μέγιστα τὰ κάτω πρὸς τὴν γῆν καὶ ἀεὶ κατὰ λόγον. ἄνθος δὲ μηλινοειδὲς ἀμαυρόν, καρπὸν δὲ παρόμοιον τῷ ἀνήθῳ πλὴν [*](¹ λαμβάνει Ald.; ἁδρύνει conj. W. But cf. the somewhat similar use 6. 2. 4.) [*](² contra bestiarum morsus Plin. l.c.) [*](3 Plin. 13. 132 and 133.) [*](4 The form of expression in the repeated ὑπὲρ seems loose,)

14
μείζω. ἐξ ἄκρου δὲ σχίζεται καὶ ἔχει τινὰς οὐ μεγάλους καυλούς· ἐνταῦθα δὲ τό τε ἄνθος καὶ ὁ καρπός. ἔχει δὲ καὶ ἄνθος καὶ καρπὸν καὶ ἐν τοῖς παρακαυλίζουσι δι᾿ ὅλου, καθάπερ τὸ ἄνηθον. ἐπετειόκαυλον δέ, καὶ ἡ βλάστησις τοῦ ἦρος πρῶτον μὲν τῶν φύλλων ἔπειτα τοῦ καυλοῦ, καθάπερ τῶν ἄλλων. ῥίζαν δὲ ἔχει βαθεῖαν, ἔστι δὲ μονόρριζον. ὁ μὲν οὖν νάρθηξ τοιοῦτος.