Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἀμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.

ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται [*](¹κίστας: cf. 3. 13. 1; perhaps ‘hampers,’' cf. 5. 7. 7.) [*](2 παρακολλήματα: lit. ‘things glued on.’) [*](3 Plin. 16. 229.) [*](4 ταῖς μονοστρόφιs ἁμάξαις : or, perhaps, ‘the wheels of)

462
πλὴν τῷ καρπῷ καὶ τῇ ῥητίνῃ. οὐδὲ φιλυκῃ πλὴν τοῖς προβάτοις· ἀεὶ γάρ ἐστι δασεῖα. τῇ δὲ ἀφάρκῃ εἰς χάρακάς τε καὶ τὸ καίειν. κηλάστρῳ δὲ καὶ σημύδᾳ πρὸς βακτηρίας. ἔνιοι δὲ καὶ δάφνῃ· τὰς γὰρ γεροντικὰς καὶ κούφας ταύτης ποιοῦσιν. ἰτέᾳ δὲ πρός τε τὰς ἀσπίδας καὶ τὰς κίστας καὶ τὰ κανᾶ καὶ τἆλλα. προσαναλαβεῖν δέ ἐστι καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως.

Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἶον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελείνοις καὶ μελείνοις· τὰς δὲ μεγάλας σφ ύρας πιτυίνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.