Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VIII. Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ’ ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν· ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω. φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ βασιλεῖς, ἄμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἄμα [*](¹ Inconsistent with 5. 6. 2. φιλυρέα conj. Sch.) [*](2 καὶ σημύδα conj. Sch.; καὶ μυῖα U; καὶ μύα Ald. cf. 3. 14. 4.)

464
δὲ καὶ διὰ τὸ δυσκόμιστον εἶναι. μῆκος μὲν ἦν τῶν εἰς τὴν ἑνδεκήρη τὴν Δημητρίου τμηθέντων τρισκαιδεκαόργυιον, αὐτὰ δὲ τὰ ξύλα τῷ μήκει θαυμαστὰ καὶ ἄοζα καὶ λεῖα. μέγιστα δὲ καὶ παρὰ πολὺ τὰ ἐν τῇ Κύρνῳ φασὶν εἶναι· τῶν γὰρ ἐν τῇ Λατίνῃ καλῶν γινομένων ὑπερβολῇ καὶ τῶν ἐλατίνων καὶ τῶν πευκίνων—μείζω γὰρ ταῦτα καὶ καλλίω τῶν Ἰταλικῶν— οὐδὲν εἶναι πρὸς τὰ ἐν τῇ Κύρνῳ.

πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι’ ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἢ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων.

Ἡ δὲ τῶν Λατίνων ἔφυδρος πᾶσα· καὶ ἡ μὲν πεδεινὴ δάφνην ἔχει καὶ μυρρίνους καὶ ὀξύην θαυμαστήν· τηλικαῦτα γὰρ τά μήκη τέμνουσι ὥστ’ εἶναι διανεκῶς τῶν Τυρρηνίδων ὑπὸ τὴν τρόπιν· ἡ δὲ ὀρεινὴ πεύκην καὶ ἐλάτην. τὸ δὲ [*](1 Demetrius Poliorcetes. cf. Plut. Demetr. 43; Plin. 16. 203.) [*](² ἐσικινδυνεῦσαι conj. W.; τὸν ύκνον Ald.; so U, but πυκνον.) [*](3 i.e. against the overhanging trees. ? ἱστίοις, to which διασχ. is more appropriate.)

466
Κιρκαῖον καλούμενον εἶναι μὲν ἄκραν ὑψηλήν, δασεῖαν δὲ σφόδρα καὶ ἔχειν δρῦν καὶ δάφνην πολλὴν καὶ μυρρίνους. λέγειν δὲ τοὺς ἐγχωρίους ὡς ἐνταῦθα ἡ Κίρκη κατῴκει καὶ δεικνύναι τὸν τοῦ Ἐλπήνορος τάφον, ἐξ οὗ φύονται μυρρίναι καθάπερ αἱ στεφανώτιδες τῶν ἄλλων ὄντων μεγάλων μυρρίνων. τὸν δὲ τόπον εἶναι καὶ τοῦτον νέαν πρόσθεσιν, καὶ πρότερον μὲν οὖν νῆσον εἶναι τὸ Κιρκαῖον, νῦν δὲ ὑπὸ ποταμῶν τινων προσκεχῶσθαι καὶ εἶναι ἠιόνα. τῆς δὲ νήσου τὸ μέγεθος περὶ ὀγδοήκοντα σταδίους. καὶ τὰ μὲν τῶν τόπων ἴδια πολλὴν ἔχει διαφοράν, ὥσπερ εἴρηται ολλάκις.