Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Eτ δὲ ἄλλο πρὸς ἄλλο καὶ ἐν ἄλλῳ ἀσαπές. οἶον πτελέα μὲν ἐν τῷ ἀέρι, δρῦς δὲ κατορυττομένη καὶ ἐν τῷ ὕδατι καταβρεχομένη· δοκεῖ γἀρ ὅλως ἀσαπὲς εἶναι· ὄἰ ὃ καὶ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς λίμνας ἐκ τούτων ναυπηγοῦσιν· ἐν δὲ τῇ θαλάττῃ σήπεται. τὰ δὲ ἄλλα διαμένει μᾶλλον, ὅπερ καὶ εὔλογον, ταριχευόμενα τῇ ἄλμῃ.

Δοκεῖ δὲ καὶ ἡ ὀξύη πρὸς τὸ ὕδωρ ἀσαπὴς εἶναι καὶ βελτίων γίνεσθαι βρεχομένη. καὶ ἡ καρύα δὲ ἡ Εὐβοῖκὴ ἀσαπής. φασὶ δὲ καὶ τὴν πεύκην ἐλάτης μᾶλλον ὑπὸ τερηδόνος ἐσθίεσθαι· τὴν μὲν γἀρ εἶναι ξηράν, τὴν δὲ πεύκην ἔχειν γλυκύτητα, καὶ ὅσῳ ἐνδᾳδωτέρα, μᾶλλον· πάντσ [*](1 Plin. 16. 213.) [*](² τεθησαυρισμένα . . . ἔκειτο conj. Bentley; τεθησαυρισμένα . . . κειντο Ald.H.; P has ἔκειτρ.)

442
δ᾿ ἐσθίεσθαι τερηδόνι πλὴν κοτίνου και ἐλάας· τὰ δὲ οὖ, διὶ τὴν πικρότητα. ἐσθίεται δὲ τὶ μὲν ἐν τῇ θαλάττῃ σηπόμενα ὑπὸ τιρηδόνος, τὰ δ' ἐν τῇ γῇ ὑπὸ σκωλήκων καὶ ὑπὸ θριπῶν· οὐ γαρ γίνεται τερηδὼν ἀλλ' ἤ ἐν τῇ θαλάττῃ. ἔστι δ ἡ τερηδὼν τῷ μὲν μεγέθει μικρόν, κεφαλὴν δ’ ἔχει μεγάλην καὶ ὀδόντας· οἱ δὲ θρίπες ὅμοιοι τοῖς σκώληξιν, ὑφ’ ὦν τιτραίνεται κατὰ μικρὸν τὰ ξύλα.

καὶ ἔστι ταῦτα εὐίατα· πιττοκοπηθέντα γάρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ’ ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὶ καὶ σκληρα διὶ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ τὴν πύξον.