Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δὲ θύον, οἱ δὲ θύαν καλοῦσι, παρ’ Ἄμμωνι τε γίνεται καὶ ἐν τῇ Κυρηναίᾳ, τὴν μὲν μορφὴν ὅμοιον κυπαρίττῳ καὶ τοῖς κλάδοις καὶ τοῖς φύλλοις καὶ τῷ στελέχει καὶ τῷ καρπῷ, μᾶλλον δ’ ὦσπερ κυπάριττος ἀγρία· πολὺ μὲν καὶ ὅπου [*](¹ κωλύει : Sch. adds θάτερον from G.) [*](² ἔκειτο conj. W.; ἐκεῖνο Ald.) [*](³ i.e. the ‘upper’ wood in the upper position.) [*](⁴ πάντων MSS. (?); πάντως conj. W,) [*](5 i.e. there would be no resistance. ἦν after ἄν add. Sch.)

438
νῦν ἡ πόλις ἐσ τί, καὶ ἔτι διαμνημονεύουσιν ὀροφάς τινας τῶν ἀρχαίων οὔσας. ἀσαπὲς γὰρ ὅλως τὸ ξύλον οὐλότατον δὲ τὴν ῥίζαν ἐστί· καὶ ἐκ ταύτης τὰ σπουδαιότατα ποιεῖται τῶν ἔργων. τὰ δὲ ἀγάλματα γλύφουσιν ἐκ τῶνδε, κέδρων κυπαρίττου λωτοῦ π ύξου· τὰ δ᾿ ἐλάττω καὶ ἐκ τῶν ἐλαίνων ῥιζῶν· ἀρραγεῖς γὰρ αὖται καὶ ὁμαλῶς πως σαρκώδεις. ταῦτα μὲν οὖν ἰδιότητά τινα τόπων καὶ φύσεως καὶ χρείας ἀποδηλοῖ.

IV. Βαρέα δὲ καὶ κοῦφα δῆλον ὡς τῇ πυκνότητι καὶ μανότητι καὶ ὑγρότητι καὶ ξηρότητι καὶ τῷ γλοιώδει καὶ σκληρότητι καὶ μαλακότητι ληπτέον. ἔνια μὲν οὖν ἄμα σκληρὰ καὶ βαρέα, καθάπερ πύξος καὶ δρῦς· ὅσα δὲ κραῦρα καὶ τῇ ξηρότητι σκληρότατα, ταῦτ᾿ οὐκ ἔχει βάρος. ἅπαντα δὲ τὰ ἄγρια τῶν ἡμέρων καὶ τὰ ἄρρενα τῶν θηλειῶν πυκνότερά τε καὶ σκληρότερα καὶ βαρύτερα καὶ τὸ ὅλον ἰσχυρότερα, καθάπερ καὶ πρότερον εἴπομεν. ὡς δ᾿ ἐπὶ τὸ πᾶν καὶ τὰ ἀκαρπότερα τῶν καρπίμων καὶ τὰ χείρω τῶν καλλικαρποτέρων· εἰ μή που καρπιμώτερον τὸ ἄρρεν, ὥσπερ ἄλλα τέ φασι καὶ τὴν κυπάριττον καὶ τὴν κράνειαν. ἀλλὰ τῶν γε ἀμπέλων φανερῶς αἱ ὀλιγοκαρπότεραι καὶ πυκνοφθαλμότεραι καὶ στερεώτεραι· καὶ μηλεῶν δὲ καὶ τῶν ἄλλων ἡμέρων.

440

Ἀσαπῆ δὲ φύσει κυπάριττος κέδρος ἔβενος λωτὸς πύξος ἐλάα κότινος πεύκη ἔνδᾳδος ἀρία δρῦς καρύα Εὐβοική. τούτων δὲ χρονιώτατα δοκεῖ τὰ κυπαρίττινα εἶναι· τὰ γοῦν ἐν Ἐφέσῳ, ἐξ ὦν αἱ θύραι τοῦ νεωστὶ νεώ, τεθησαυρισμένα τέτταρας ἔκειτο γενεάς. μόνα δὲ καὶ στιλβηδόνα δέχεται, δἰ ὃ καὶ τὰ σπουδαζόμενα τῶν ἔργων ἐκ τούτων ποιοῦσι. τῶν δὲ ἄλλων ἀσαπέστατον μετὰ τὰ κυπαρίττινα καὶ τὰ θυώδη τὴν συκάμινον εἶναί φασι, καὶ ἰσχυρὸν ἄμα καὶ εὕεργον τὸ ξύλον· γίνεται δὲ τὸ ξύλον καὶ παλαιούμενον μέλαν, ὥσπερ λωτός.