Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὁ δὲ λωτὸς καλούμενος φύεται μὲν ὁ πλεῖστος ἐν τοῖς πεδίοις, ὅταν ἡ χώρα κατακλυσθῇ. τούτου δὲ ἡ μὲν τοῦ καυλοῦ φύσις ὁμοία τῇ τοῦ κυάμου, καὶ οἱ πέτασοι δὲ ὡσαύτως, πλὴν ἐλάττους καὶ λεπτότεροι. ἐπιφύεται δὲ ὁμοίως ὁ καρπὸς τῷ τοῦ κυάμου. τὸ ἄνθος αὐτοῦ λευκὸν ἐμφερὲς τῇ στενότητι τῶν φύλλων τοῖς τοῦ κρίνου, πολλὰ δὲ καὶ πυκνὰ ἐπ’ ἀλλήλοις φύεται. ταῦτα δὲ ὅταν μὲν ὁ ἥλιος δύῃ συμμύει καὶ συγκαλύπτει τὴν κωδύαν, ἄμα δὲ τῇ ἀνατολῇ διοίγεται [*](¹ ὁ πῖλος UMV: ἡ πῖλος Ald.H.; ?=germen Sch.) [*](² cf. Diosc. 2. 107.) [*](3 καὶ καταβ. conj. W.: καταβ. Aid.; καταβ. δ’ UMV.) [*](4 Plin. 13. 107 and 108.)

354
καὶ ὑπὲρ τοῦ ὕδατος γίνεται. τοῦτο δὲ ποιεῖ μέχρι ἂν ἡ κωδύα ἐκτελεωθῇ καὶ τὰ ἄνθη περιρρυῇ.

τῆς δὲ κωδύας τὸ μέγεθος ἡλίκον μήκωνος τῆς μεγίστης, καὶ διέζωσται ταῖς κατατομαῖς τὸν αὐτόν τρόπον τῇ μήκωνι· πλὴν πυκνοτερος ἐν ταύταις ὁ καρπός. ἔστι δὲ παρόμοιος τῷ κέγχρῳ. ἐν δὲ τῷ Εὐφράτῃ τὴν κωδύαν φασὶ καὶ τὰ ἄνθη δύνειν καὶ ὑποκαταβαίνειν τῆς ὀψίας μέχρι μεσῶν νυκτῶν καὶ τῷ βάθει πόρρω· οὐδὲ γὰρ καθιέντα τὴν χεῖρα λαβεῖν εἶναι. μετὰ δὲ ταῦτα ὅταν ὄρθρος ᾖ πάλιν ἐπανιέναι καὶ πρὸς ἡμέραν ἔτι μᾶλλον, ἅμα τῷ ἡλίῳ φανερὸν ὑπὲρ τοῦ ὕδατος καὶ ἀνοίγειν τῇ ἄνθος, ἀνοιχθέντος δὲ ἔτι ἀναβαίνειν· συχνόν δὲ τὸ ὑπεραῖρον εἶναι τό ὕδωρ.

τὰς δὲ κωδύας ταύτας οἱ Αἰγύπτιοι συνθέντες εἰς τὸ αὐτὸ σήπουσιν· ἐπὰν δὲ σαπῇ τὸ κέλυφος, ἐν τῷ ποταμῷ κλύζοντες ἐξαιροῦσι τὸν καρπόν, ξηράναντες δὲ καὶ πτίσαντες ἄρτους ποιοῦσι καὶ τούτῳ χρῶνται σιτίῳ. ἡ δὲ ῥίζα τοῦ λωτοῦ καλεῖται μὲν κόρσιον, ἐστὶ δὲ στρογγύλη, τὸ μέγεθος ἡλίκον μῆλον Κυδώνιον· φλοιός δὲ περίκειται περὶ αὐτὴν μέλας ἐμφερὴς τῷ κασταναικῷ καρύῳ· τὸ δὲ ἐντὸς λευκόν, ἑψόμενον δὲ καὶ ὀπτώμενον γίνεται λεκιθῶδες, ἡδὺ δὲ ἐν τῇ προσφορᾷ· ἐσθίεται δὲ καὶ ὠμή, ἀρίστη δὲ ἐν τῷ ὕδατι ἑφθὴ καὶ ὀπτή. καὶ τὰ μὲν ἐν τοῖς ὕδασιν σχεδόν ταῦτά ἐστιν.