Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐν δὲ τοῖς ἀμμώδεσι χωρίοις, ἅ ἐστιν οὐ πόρρω [*](¹ cf. Diosc. l.c. 2 cf. C.P. 2. 19. 1; Plin. 13. 109.) [*](3 ὀψίας conj. W. from Plin. l.c.; ? ὀψίας ὥρας.) [*](⁴ 〈ὂν〉 add. W.) [*](5 κέλυφος i.e. fruit : καρπόν i.e. seeds.)

356
τοῦ ποταμοῦ, φύεται κατὰ γῆς ὃ καλεῖται μαλιναθάλλη, στρογγύλον τῷ σχήματι μέγεθος δὲ ἡλίκον μέσπιλον ἀπύρηνον δὲ ἄφλοιον· φύλλα δὲ ἀφίησιν ἀπ’ αὐτοῦ ὅμοια κυπείρῳ· ταῦτα συνάγοντες οἱ κατὰ τὴν χώραν ἕψουσιν ἐν βρυτῷ τῷ ἀπὸ τῶν κριθῶν καὶ γίνεται γλυκέα σφόδρα· χρῶνται δὲ πάντες ὥσπερ τραγήμασι.

Τοῖς δὲ βουσὶ καὶ τοῖς προβάτοις ἅπαντα μὲν τὰ φυόμενα ἐδώδιμά ἐστιν, ἓν δέ τι γένος ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι φύεται διαφέρον, ὃ καὶ χλωρόν νέμονται καὶ ξηραίνοντες παρέχουσι κατὰ χειμῶνα τοῖς βουσὶν ὅταν ἐργάσωνται· καὶ τὰ σώματα ἔχουσιν εὖ σίτου ἄλλο λαμβάνοντες οὐθέν.

Ἔστι δὲ καὶ ἄλλο παραφυόμενον αὐτόματον ἐν τῷ σίτῳ· τοῦτο δέ, ὅταν ὁ σῖτος ᾖ καθαρός. ὑποπτίσαντες καταβάλλουσι τοῦ χειμῶνος ὑγρὰν εἰς γῆν· βλαστήσαντος δὲ τεμόντες καὶ ξηράναντες παρέχουσι καὶ τοῦτο βουσὶ καὶ ἵπποις καὶ τοῖς ὑποζυγίοις σὺν τῷ καρπῷ τῷ ἐπιγινομένῳ· ὁ δὲ καρπὸς μέγεθος μὲν ἡλίκον σήσαμον, στρογγύλος δὲ καὶ τῷ χρώματι χλωρός. ἀγαθὸς δὲ διαφερόντως. ἐν Αἰγύπτῳ μὲν οὖν τὰ περιττὰ σχεδὸν ταῦτα ἄν τις λάβοι.