Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐξ ὦν δὲ τὰ ἱμάτια ποιοῦσι τὸ μὲν φύλλον ὅμοιον ἔχει τῇ συκαμίνῳ, τὸ δὲ ὅλον φυτὸν τοῖς κυνορόδοις ὅμοιον. φυτεύουσι δὲ ἐν τοῖς πεδίοις αὐτὸ κατ᾿ ὄρχους, δι᾿ ὃ καὶ πόρρωθεν ἀφορῶσι ἄμπελοι φαίνονται. ἔχει δὲ καὶ φοίνικας ἔνια [*](1 Plin. 12. 25.) [*](2 See Index. Plin. 12. 17– 19.) [*](³ Pistachio-nut. see Index App. (7). Plin. 12. 25. Nic. Ther. 894.)

318
μέρη πολλούς. καὶ ταῦτα μὲν ἐν δένδρου φύσει.

Φέρει δὲ καὶ σπέρματα ἴδια, τὰ μὲν τοῖς χεδροποῖς ὅμοια τὰ δὲ τοῖς πυροῖς καὶ ταῖς κριθαῖς. ἐρέβινθος μὲν γὰρ καὶ φακὸς καὶ τἆλλα τὰ παῤ ἡμῖν οὐκ ἔστιν· ἕτερα δ᾿ ἐστὶν ὥστε παραπλήσια ποιεῖν τὰ ἑψήματα καὶ μὴ διαγιγνώσκειν, ὥς φασιν, ἂν μή τις ἀκούσῃ. κριθαὶ δὲ καὶ πυροὶ καὶ ἄλλο τι γένος ἀγρίων κριθῶν, ἐξ ὦν καὶ ἄρτοι ἡδεῖς καὶ χόνδρος καλός. ταύτας οἱ ἵπποι ἐσθίοντες τὸ πρῶτον διεφθείροντο, κατὰ μικρὸν δὲ οὖν ἐθισθέντες ἐν ἀχύροις οὐδὲν ἔπασχον.

Μάλιστα δὲ σπείρουσι τὸ καλούμενον ὄρυζον. ἐξ οὗ τὸ ἕψημα. τοῦτο δὲ ὅμοιον τῇ ζειᾷ καὶ περιπτισθὲν οἶον χόνδρος εὔπεπτον δέ, τὴν ὄψιν πεφυκὸς ὅμοιον ταῖς αἴραις καὶ τὸν πολὺν χρόνον ἐν ὕδατι, ἀποχεῖται δὲ οὐκ εἰς στάχυν ἀλλ᾿ ἶον φόβην, ὥσπερ ὁ κέγχρος καὶ ὁ ἔλυμος. ἄλλο δὲ ὃ ἐκάλουν οἱ Ἕλληνες φακόν· τοῦτο δὲ ὅμοιον μὲν τῇ ὄψει καὶ τὸ βούκερας, θερίζεται δὲ περὶ Πλειάδος δύσιν.

Διαφέρει δὲ καὶ αὕτη ἡ χώρα τῷ τὴν μὲν φέρειν ἔνια τὴν δὲ μὴ φέρειν· ἡ γὰρ ὀρεινὴ καὶ ἄμπελον ἔχει καὶ ἐλάαν καὶ τὰ ἄλλα ἀκρόδρυα· πλὴν ἄκαρπον τὴν ἐλάαν, καὶ σχεδὸν καὶ τὴν φύσιν ὥσπερ μεταξὺ κοτίνου καὶ ἐλάας ἐστὶ καὶ [*](¹ cf. 8. 4. 2. whence it appears that the original text here contained a fuller account. Plin. 18. 71.) [*](² Sorghum halepense. 3 Sc. of Alexander.) [*](4 The verb seems to have dropped out (W.).)

320
τῇ ὅλῃ μορφῇ· καὶ τὸ φύλλον τοῦ μὲν πλατύτερον τοῦ δὲ στενότερον. ταῦτα μὲν οὖν κατὰ τὴν Ἰνδικήν.

Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν. ἐφ᾿ ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποιοῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους.

Ἄλλο δὲ ὕλημα μέγεθος μεν ἡλίκον ῥάφανος. τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ᾿ εἴ τι φάγοι ἐναποθνήσκει. ὄι᾿ ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν.

Ἐν δὲ τῇ Γεδρωσία χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φ ύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρόν ἐπισχόντα διεφθείροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα ὁμοίως τοῖς ἐπιλήπτοις.

Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ᾿ ἐκ μιᾶς ῥίζης· ἐφ᾿ ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ [*](¹ καὶ σχεδὸν. . . μορφῇ conj. W.; σχεδὸν δὲ καὶ τὴν φύσιν ὥσπερ μετ. κοτ. καὶ ἐλ ἐστι δὲ τῆ ὅλῃ μορφῇ καὶ τὸ φ. Ald.; so also U, omitting the first καί.) [*](² Balsamodendron Mukul; see Index App. (9). Plin. 12 33.)

322
τἆλλα ζῶα πάντα καὶ πρὸς τοὺς ἀνθρώπους εἴ τις προσραίνειεν αὐτοῖς. ἐν δὲ τόποις τισὶ πεφυκέναι τινὰ βοτάνην, ὑφ᾿ ᾖ συνεσπειρωμένους ὄφεις εἶναι μικροὺς σφόδρα· τούτοις δ᾿ εἴ τις ἐμβὰς πληγείη θνήσκειν. ἀποπνίγεσθαι δὲ καὶ ἀπὸ τῶν φοινικων τῶν ὠμῶν εἴ τις φάγοι, καὶ τοῦτο ὕστερον κατανοηθῆναι. τοιαῦται μὲν οὖν δυνάμεις καὶ ζώων καὶ φυτῶν ἴσως καὶ παρ᾿ ἄλλοις εἰσί.

Περιττότερα δὲ τῶν φυομενων καὶ πλεῖστον ἐξηλλαγμένα πρὸς τὰ ἄλλα τὰ εὔοσμα τὰ περὶ Ἀραβίαν καὶ Συρίαν καὶ Ἰνδούς, οἶον ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ τὸ ὀποβάλσαμον καὶ τὸ κινάμωμον καὶ ὅσα ἄλλα τοιαῦτα· περὶ ὦν ἐν ἄλλοις εἴρηται διὰ πλειόνων. ἐν μὲν οὗν τοῖς πρὸς ἕω τε καὶ μεσημβρίαν καὶ ταῦτ᾿ ἴδια καὶ ἕτερα δὲ τούτων πλείω ἐστίν.