Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IV. Ἐν δὲ τῇ Ἀσίᾳ παρ᾿ ἑκάστοις ἴδι᾿ ἄττα τυγχάνει· τὰ μὲν γὰρ φέρουσιν αἱ χῶραι τὰ δ᾿ [*](¹ Lepus Aegyptiacus. cf. Arist. H.A. 8. 28.) [*](2 ὡς κατὰ conj. Scal. from G; ὥστε τὰ Ald. H.)

310
οὐ φυουσιν· οἷον κιττὸν καὶ ἐλάαν οὔ φασιν εἶναι τῆς Ἀσίας ἐν τοῖς ἄνω τῆς Συρίας ἀπὸ θαλάττης πένθ᾿ ἡμερῶν· ἀλλ᾿ ἐν Ἰνδοῖς φανῆναι κιττὸν ἐν τῷ ὄρει τῷ Μηρῷ καλουμένῳ, ὅθεν δὴ καὶ τὸν Διόνυσον εἶναι μυθολογοῦσι. δι᾿ ὃ καὶ Ἀλέξανδρος ἀπ᾿ ἐξοδίας λέγεται ἀπιὼν ἐστεφανωμένος κιττῷ εἶναι καὶ αὐτὸς καὶ ἡ στρατιά· τῶν δὲ ἄλλων ἐν Μηδίᾳ μόνον· περικλείειν γὰρ αὕτη δοκεῖ καὶ συνάπτειν πως τῷ Πόντῳ. καίτοι γε διεφιλοτιμήθη Ἅρπαλος ἐν τοῖς παραδείσοις τοῖς περὶ Βαβυλῶνα φυτεύων πολλάκις καὶ πραγματευόμενος, ἀλλ᾿ οὐδὲν ἐποίει πλέον· οὐ γὰρ ἐδύνατο ζῆν ὥσπερ τἆλλα τὰ ἐκ τῆς Ἑλλάδος. τοῦτο μὲν οὖν οὐ δέχεται ἡ χώρα διὰ τὴν τοῦ ἀέρος κρᾶσιν· ἀναγκαίως δὲ δέχεται καὶ πύξον καὶ φίλυραν· καὶ γὰρ περὶ ταῦτα πονοῦσιν οἱ ἐν τοῖς παραδείσοις.

ἕτερα δὲ ἴδια φέρει καὶ δένδρα καὶ ὑλήματα· καὶ ἔοικεν ὅλως ὁ τόπος ὁ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν ὥσπερ καὶ ζῶα καὶ φυτὰ φέρειν ἴδια παρὰ τοὺς ἄλλους· οἷον ἥ τε Μηδία χώρα καὶ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Μηδικὸν ἢ τὸ Περσικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης, ἀκάνθας δὲ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς· τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, [*](¹ ἐλάαν conj. Spr.; ἐλάτην MSS. cf. Hdt. 1. 193; Xen. Anab. 4. 4. 13; Arr. Ind. 40.) [*](2 κιττὸν conj. W., cf. Arr. Anab. 5. 1. 6; καὶ τὴν UMV; καὶ τῷ Ald. H. ³ λέγεται add. W.) [*](4 ἐξοδίας UMVP; Ἰνδίας W. with Ald.) [*](5 κιττῷ εἶναι conj. W.; εἶτα μεῖναι U; εἶτα μὴ εἶναι MVPAld.)

312
εὔοσμον δὲ πάνυ καὶ τὸ φύλλον τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον ἄκοπα διατηρεῖ. χρήσιμον δ᾿ ἐπειδὰν τύχῃ τις πεπωκὼς φάρμακον θανάσιμον· δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον· καὶ πρὸς στόματος εὐωδίαν· ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ, ἢ ἐν ἄλλῳ τινὶ τὸ ἔσωθεν τοῦ μήλου ἐκπιέσῃ εἰς τὸ στόμα καὶ καταροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν.

σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς, εἶτα ἀρδεύεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας· ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν· φιλεῖ γὰρ τὰ τοιαῦτα. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται τὰ δὲ ἀνθεῖ τὰ δὲ ἐκπέττει. τῶν δὲ ἀνθῶν ὅσα, ὥσπερ εἴπομεν, ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τιν᾿ ἐξέχουσαν, τσῦτά ἐστι γόνιμα, ὅσα δὲ μὴ ἄγονα. σπείρεται δὲ καὶ εἰς ὄστρακα διατετρημένα, καθάπερ καὶ οἱ φοίνικες. τοῦτο μὲν οὖν, ὥσπερ εἴρηται, περὶ τὴν Περσίδα καὶ τὴν Μηδίαν ἐστίν.

Ἡ δὲ Ἰνδικὴ χώρα τήν τε καλουμένην ἔχει συκῆν, ἣ καθίησιν ἐκ τῶν κλάδων τὰς ῥίζας ἀν᾿ ἕκαστον ἔτος, ὥσπερ εἴρηται πρότερον· ἀφίησι δὲ οὐκ ἐκ τῶν νέων ἀλλ᾿ ἐκ τῶν ἔνων καὶ ἔτι παλαιοτέρων· αὗται δὲ συνάπτουσαι τῇ γῇ ποιοῦσιν ὥσπερ δρύφακτον κύκλῳ περὶ τὸ δένδρον, ὥστε γίνεσθαι καθάπερ σκηνήν, οὗ δὴ καὶ [*](¹ τις add. W. from Athen. l.c.; θανάσιμον . . . φάρμακον add. Sch. from Athen. l.c. ² Plin. 11. 278; 12. 16.) [*](³ ἁδρὸν ᾖ W. from Athen. l.c., whence διαφυτεύεται W, etc. for διαφυτεύηται Ald. H. ἁδρόν τι UMVAld.)

314
εἰώθασι διατρίβειν. εἰσὶ δὲ αἱ ῥίζαι φυόμεναι διάδηλοι πρὸς τοὺς βλαστούς· λευκότεραι γὰρ καὶ δασεῖαι καὶ σκολιαὶ καὶ ἄφυλλοι. ἔχει δὲ καὶ τὴν ἄνω κόμην πολλήν, καὶ τὸ ὅλον δένδρον εὔκυκλον καὶ τῷ μεγέθει μέγα σφόδρα· καὶ γὰρ ἐπὶ δύο στάδια ποιεῖν φασι τὴν σκιάν· καὶ τὸ πάχος τοῦ στελέχους ἔνια πλειόνων ἢ ἑξήκοντα βημάτων, τὰ δὲ πολλὰ τετταράκοντα. τὸ δέ γε φύλλον οὐκ ἔλαττον ἔχει πέλτης, καρπὸν δὲ σφόδρα μικρὸν ἡλίκον ἐρέβινθον ὅμοιον δὲ σύκῳ· δι᾿ ὃ καὶ ἐκάλουν αὐτὸ οἱ Ἕλληνες συκῆν· ὀλίγον δὲ θαυμαστῶς τὸν καρπὸν οὐχ ὅτι κατὰ τὸ τοῦ δένδρου μέγεθος ἀλλὰ καὶ τὸ ὅλον. φύεται δὲ καὶ τὸ δένδρον περὶ τὸν Ἀκεσίνην ποταμόν.

Ἔστι δὲ καὶ ἕτερον δένδρον καὶ τῷ μεγέθει μέγα καὶ ἡδύκαρπον θαυμαστῶς καὶ μεγαλόκαρπον· καὶ χρῶνται τροφῇ τῶν Ἰνδῶν οἱ σοφοὶ καὶ μὴ ἀμπεχόμενοι.

Ἕτερον δὲ οὗ τὸ φύλλον τὴν μὲν μορφὴν πρόμηκες τοῖς τῶν στρουθῶν πτεροῖς ὅμοιον, ἃ παρατίθενται παρὰ τὰ κράνη, μῆκος δὲ ὡς διπηχυαῖον.

Ἄλλο τέ ἐστιν οὗ ὁ καρπὸς μακρὸς καὶ οὐκ εὐθὺς ἀλλὰ σκολιὸς ἐσθιόμενος δὲ γλυκύς. οὗτος ἐν τῇ κοιλίᾳ δηγμὸν ἐμποιεῖ καὶ δυσεντερίαν, δι᾿ ὃ Ἀλέξανδρος ἀπεκήρυξε μὴ ἐσθίειν. ἔστι δὲ καὶ ἕτερον οὗ ὁ καρπὸς ὅμοιος τοῖς κρανέοις.

[*](¹ οὗ conj. W.; αἷς UMV Ald.)[*](2 ἄφυλλοι conj. Dalec.; δίφυλλοι UV Ald.; so also MH., omitting καὶ.)[*](3 ἐξήκοντα . . . τετταράκοντα MSS.; ἓξ . . τεττάρων conj. Salm. cf. Plin. l.c.; Strabo 15. 1. 21.)
316

Καὶ ἕτερα δὲ πλείω καὶ διαφέροντα τῶν ἐν τοῖς Ἕλλησιν ἀλλ᾿ ἀνώνυμα. θαυμαστὸν δ᾿ οὐδὲν τῆς ἰδιότητος· σχεδὸν γάρ, ὥς γε δή τινές φασιν, οὐθὲν ὅλως τῶν δένδρων οὐδὲ τῶν ὑλημάτων οὐδὲ τῶν ποιωδῶν ὅμοιόν ἐστι τοῖς ἐν τῇ Ἑλλάδι πλὴν ὀλίγων.

Ἴδιον δὲ καὶ ἡ ἐβένη τῆς χώρας ταύτης· ταύτης δὲ δύο γένη, τὸ μὲν εὔξυλον καὶ καλὸν τὸ δὲ φαῦλον. σπάνιον δὲ τὸ καλὸν θάτερον δὲ πολύ. τὴν δὲ χρόαν οὐ θησαυριζομένη λαμβάνει τὴν εὔχρουν ἀλλ᾿ εὐθὺς τῇ φύσει. ἔστι δὲ τὸ δένδρον θαμνῶδες, ὥσπερ ὁ κύτισος.

Φασὶ δ᾿ εἶναι καὶ τέρμινθον, οἱ δ᾿ ὅμοιον τερμίνθῳ, ὃ τὸ μὲν φύλλον καὶ τοὺς κλῶνας καὶ τἆλλα πάντα ὅμοια ἔχει τῇ τερμίνθῳ τὸν δὲ καρπὸν διάφορον· ὅμοιον γὰρ ταῖς ἀμυγδαλαῖς. εἶναι γὰρ καὶ ἐν Βάκτροις τὴν τέρμινθον ταύτην καὶ κάρυα φέρειν ἡλίκα ἀμύγδαλα διὰ τὸ μὴ μεγάλα· καὶ τῇ ὄψει δὲ παρόμοια, πλὴν τὸ κέλυφος οὐ τραχύ. τῇ δ᾿ εὐστομίᾳ καὶ ἡδονῇ κρείττω τῶν ἀμυγδάλων. δι᾿ ὃ καὶ χρῆσθαι τοὺς ἐκεῖ μᾶλλον.