Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ΙΙ. Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω, ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ᾿ ἄττα. Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον [*](1 κωπεῶνε cf. 5. 1. 7. 2 δὲ μανὰ add. W.) [*](3 cf. 5. 1. 8. 4 2. 2. 10.) [*](5 ὄλως. . . μὲν conj. W.; ὅλως οὐ φυτευόμενα U; ὅλως φυτευό- μενα MVPAld.)

292
ἔχει καὶ τὸ μέγεθος καὶ τὴν ὅλην πρόσοψιν, τὸν δὲ καρπὸν ἰδίως φέρει παρὰ τὰ ἄλλα, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐξ ἀρχῆς· οὐ γὰρ ἀπὸ τῶν βλαστῶν οὐδ᾿ ἀ πὸ τῶν ἀκρεμόνων ἀλλ᾿ ἐκ τοῦ στελέχους, μέγεθος μὲν ἡλίκον σῦκον καὶ τῇ ὄψει δὲ παραπλήσιον, τῷ χυλῷ δὲ καὶ τῇ γλυκύτητι τοῖς ὀλύνθοις, πλὴν γλυκύτερον πολὺ καὶ κεγχραμίδας ὅλως οὐκ ἔχοντα, πλήθει δὲ πολύν. καὶ πέττειν οὐ δύναται μὴ ἐπικνισθέντα· ἀλλ᾿ ἔχοντες ὄνυχας σιδηροῦς ἐπικνίζουσιν· ἃ δ᾿ ἂν ἐπικνισθῇ τεταρταῖα πέττεται· τούτων δ᾿ ἀφαιρεθέντων πάλιν ἄλλα φύεται καὶ ἄλλα καὶ ἐκ τοῦ αὐτοῦ τόπου μηδὲν παραλλάττοντα· καὶ τοῦθ᾿ οἱ μὲν τρὶς οἱ δὲ πλεονάκις φασὶ γίνεσθαι.

πολύοπον δὲ τὸ δένδρον σφόδρα ἐστὶ καὶ τὸ ξύλον αὐτοῦ εἰς πολλὰ χρήσιμον. ἴδιον δὲ ἔχειν δοκεῖ παρὰ τἆλλα· τμηθὲν γὰρ εὐθὺς χλωρόν ἐστι· αὐαίνεται δὲ ἐμβύθιον· εἰς βόθρον δὲ ἐμβάλλουσι καὶ εἰς τὰς λίμνας εὐθὺς καὶ ταριχεύουσι· βρεχόμενον δ᾿ ἐν τῷ βυθῷ ξηραίνεται· καὶ ὅταν τελέως ξηρὸν γένηται, τότε ἀναφέρεται καὶ ἐπινεῖ καὶ δοκεῖ τότε καλῶς τεταριχεῦσθαι· γίνεται γὰρ κοῦφον καὶ μανόν. ἡ μὲν οὖν συκάμινος ἔχει ταύτας τὰς ἰδιότητας.

Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα [*](1 1. 1. 7; cf. 1. 14. 2.) [*](cf. C.P. 1. 17 9: Diosc. 1. 127: Athen. 2. 36. This)

294
καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις· οὐδένα δὲ πεπαίνει μὴ ἐπιτμηθέντος τοῦ ἐρινοῦ καὶ ἐκρυεντος τοῦ ὀποῦ. ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος ἡλίκον κοκκύμηλον.

(Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερωνίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ᾿ ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἕνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσ χήμων· εἶτ᾿ αὐξηθεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.)

Ἐν Αἰγύπτῳ δ᾿ ἐστὶν ἕτερον ἡ περσέα καλούμενον, τῇ μὲν προσόψει μέγα καὶ καλόν, παραπλήσιον δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν [*](¹ ὅσαιπερ conj. R. Const., etc., cf. Athen. l.c.; ὅσα ὑπὲρ αὐτοῦ 1 (corrected); ὅσα ὑπὲρ αὐτὸν M; ὅσα ὑπὲο αὐτοῦ Ald.) [*](² Plin. 13. 59. 3 1. 14. 2.)

296
τὸ μὲν ἀείφυλλον τὸ δὲ φυλλοβόλον. καρπον δὲ φέρει πολὺν καὶ πᾶσαν ὥραν· περικαταλαμβάνει γὰρ ὁ νέος ἀεὶ τὸν ἔνον· πέττει δὲ ὑπὸ τοὺς ἐτησίας· τὸν δ᾿ ἄλλον ὠμότερον ἀφαιροῦσι καὶ ἀποτιθέασιν. ἔστι δὲ τὸ μέγεθος ἡλίκον ἄπιος, τῷ σχήματι δὲ πρόμακρος ἀμυγδαλώδης, χρῶμα δὲ αὐτοῦ ποιῶδες. ἔχει δὲ ἐντὸς κάρυον, ὥσπερ τὸ κοκκύμηλον, πλὴν ἔλαττον πολὺ καὶ μαλακώτερον· τὴν δὲ σάρκα γλυκεῖαν σφόδρα καὶ ἡδεῖαν καὶ εὔπεπτον· οὐδὲν γὰρ ἐνοχλεῖ πολὺ προσενεγκαμένων. εὔριζον δὲ τὸ δένδρον καὶ μήκει καὶ πάχει καὶ πλήθει πολύ· ἔχει δὲ καὶ ξύλον ἰσχυρὸν καὶ καλὸν τῇ ὄψει μέλαν, ὥσπερ ὁ λωτός, ἐξ οὗ καὶ τὰ ἀγάλματα καὶ τὰ κλινία καὶ τραπέζια καὶ τἆλλα τὰ τοιαῦτα ποιοῦσιν.