Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ι. Αἱ μὲν οὖν διαφοραι τῶν ὁμογενῶν τεθεώρηνται πρότερον. ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἶον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκεπεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ᾿ εὐείλοις οὐχ ὁμοίως.

Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλουμένην τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν οὐδέποθ᾿ ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ᾿ ὡραῖαι ἀλλ᾿ ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς παλισκίοις· δι᾿ ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων, οἶον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον, οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλισται

288
καὶ τανεῖαι καὶ κέραιαι αἱ ἐκ τούτων, ἔτι δ᾿ ἱστοὶ τῷ μήκει διαφέροντες ἀλλ᾿ οὐχ ὁμοίως ἰσχυροί· καὶ ἐκ τῶν προσείλων ἅμα τῇ βραχύτητι πυκνότεροί τε ἐκείνων καὶ ἰσχυρότεροι γίνονται.

Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ᾿ ἄλλα πάντα ὡς εἰπεῖν οὐ μᾶλλον χαίρει τοῖς προσείλοις. οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ᾿ ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν.

Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις, φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ [*](¹ 1 omit αἱ before κέραιαι with P.) [*](2 ἅμα 1 conj. ; ἀλλὰ Ald.; om. W. after Sch.; ἀλλ᾿ ἄμα conj. St.)

290
μὲν ὄντα μᾶλλον εἰς μῆκος, δι᾿ ὃ καὶ ἄνοζα καὶ εὐθέα καὶ ὀρθοφυῆ γίνεται, καὶ κωπεῶνες ἐκ τούτων κάλλιστοι· τὰ δὲ μανὰ μᾶλλον εἰς βάθος καὶ πάχος, δι᾿ ὃ καὶ σκολιώτερα καὶ ὀζωδέστερα καὶ τὸ ὅλον στερεώτερα καὶ πυκνότερα φύεται.

Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἦττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις ἤ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὦν ἴσως λεκτέον ἐφ᾿ ὅσον ἔχομεν ἱστορίας.