Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ἡ δ’ ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἡ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἡ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἣ τρίτον ὑπτία τμηθῇ.

Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἣ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμβλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν τὸ παρὰ φύσιν ἐπικίνδυνον.

[*](¹ cf. C. P. 5. 9. 10: Col. 5. 9. 15.)[*](2 cf. 5. 4. 5: C.P. 5. 10. 5; Plin.17. 221.)[*](3 αὐτὴ ἡ ῥίζα I conj.; αὐτὴν τὴν ῥίζαν U; om. Ald.)[*](4 cf. C. P. 5. 9. 12: Plin. 17. 225.)[*](5 i.e. shedding of the ‘bark’ of the roots λοπᾶν conj Sch., cf. C.P. 5. 9. 9; λοτάδα Ald.H., cf. 4. 14. 3; but the word here points to a different disease.)[*](6 ὑπτία τομή seems to be a technical term for pruning in such a way that the growth of the new wood is encouraged)
396

Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἡ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ἂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὧς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ ’ οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.

Πάντων δ’ ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ τούτων ἡ γλυκεῖα.

Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ’ εἰς ἀκαρπίαν· οἶον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἡ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι.

Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἶον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι’ ἀσθένειαν.

[*](1 Plin. 17. 227.)[*](2 εὐχειρωτότατον conj. W. after Lobeck; εὐχειρότατον Ald.)[*](³ πόνον conj. H. from G ; τόπον M VAld.)[*](4 This sentence is clearly out of place: the plural τούτων has nothing to refer to. cf. 4. 13. 2. It is represented how- ever by Plin. l.c.)
398

Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ το ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται.

Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ' ἀπόλλυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια.

Γίνεται δὲ καὶ ἄλλο νόσημα περὶ τὰς ἐλάας ἀράχνιον καλούμενον· φύεται γὰρ τοῦτο καὶ διαφθείρει τὸν καρπόν. ἐπικάει δὲ καὶ καύματά τινα καὶ ἐλάαν καὶ βότρυν καὶ ἄλλους καρπούς. οἱ δὲ καρποὶ σκωληκοῦνταί τινων, οἷον ἐλάας ἀπίου μηλέας μεσπίλης ῥόας. καὶ ὅ γε τῆς ἐλάας σκώληξ ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένηται διαφθείρει τὸν καρπόν, ἐὰν δὲ τὸν πυρῆνα διαφάγῃ ὠφελεῖ. κωλύεται δὲ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ’ Ἀρκτούρῳ γενομένου. γίνονται δὲ καὶ ἐν ταῖς δρυπεπέσι σκώληκες, αἵπερ καὶ χείρους εἰς τὴν ῥύσιν· ὅλως δὲ καὶ δοκοῦσιν εἶναι σαπραί· δι’ ὃ καὶ γίνονται τοῖς νοτίοις καὶ μᾶλλον ἐν τοῖς ἐφύδροις. ἐγγίνονται δὲ καὶ κνῖπες ἔν τισι τῶν δένδρων, ὥσπερ ἐν τῇ δρυῒ καὶ τῇ συκῇ· καὶ δοκοῦσιν ἐκ τῆς ὑγρότητος συνίστασθαι τῆς ὑπὸ τὸν φλοιὸν συνισταμένης· αὕτη δέ ἐστι γλυκεῖα γευομένοις. γίνονται δὲ καὶ ἐν λαχάνοις τισίν, [*](¹ cf. C.P. 5. 10. 3.) [*](² Tarentum : cf. C.P. l.c.) [*](³ ἀπάνθησιν conj. W.; ἄνθησιν Ald.) [*](Plin 17. 229—231.) [*](5 ὰράχιον conj. Sch. after Meurs.; ὰρίχνιον UP2,; ἀρχίχνιον MVP; ἀρχίνον Ald. cf. C.P. 5. 10.)

400
ἔνθα δὲ κάμπαι διαφερούσης δῆλον ὅτι τῆς ἀρχῆς.

Καὶ τὰ μὲν νοσήματα σχεδὸν ταῦτα καὶ ἐν τούτοις ἐστίν. ἔνια δὲ πάθη τῶν κατὰ τὰς ὥρας καὶ τῶν κατὰ τοὺς τόπους γινομένων ἀναιρεῖν πέφυκεν, ἃ οὐκ ἄν τις εἴποι νόσους, οἶον λέγω τὴν ἔκπηξιν καὶ ὃ καλοῦσί τινες καυθ μόν. ἄλλα δὲ παρ’ ἑκάστοις πέφυκε πνεύματα ἀπολλύναι καὶ ἀποκάειν· οἶον ἐν Χαλκίδι τῆς Εὐβοίας Ὀλυμπίας ὅταν πνεύσῃ μικρὸν πρὸ τροπῶν ἡ μετὰ τροπὰς χεμερινὰς ψυχρός· ἀποκάει γὰρ τὰ δένδρα καὶ οὕτως αὖα ποιεῖ καὶ ξηρὰ ὡς οὐδ' ἂν ὑφ' ἡλίου καὶ χρόνου πολλοῦ γένοιτ' ἄν, δι’ ὃ καὶ καλοῦσι καυθμόν· ἐγένετο δὲ πρότερον πολλάκις ἤδη καὶ ἐπ’ Ἀρχίππου δι’ ἐτῶν τετταράκοντα σφοδρός.

Πονοῦσι δὲ μάλιστα τῶν τόπων οἱ κοῖλοι καὶ οἱ αὐλῶνες καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ἀπλῶς οἱ ἀπνευστότατοι· τῶν δένδρων δὲ μάλιστα συκῆ, δεύτερον δὲ ἐλάα. ἐλάας δὲ μᾶλλον ὁ κοτινος ἐπόνησεν ἰσχυρότερος ὤν, ὃ καὶ θαυμαστὸν ἦν· αἱ δὲ ἀμυγδαλαῖ τὸ πάμπαν ἀπαθεῖς· ἀπαθεῖς δὲ καὶ αἱ μηλέαι καὶ αἱ ἄπιοι καὶ αἱ ῥόαι ἐγένοντο· δι’ ὃ καὶ τοῦτο ἦν θαυμαστόν. ἀποκάεται δὲ εὐθὺς ἐκ τοῦ στελέχους, καὶ ὅλως δὲ μᾶλλον καὶ πρότερον ὡς εἰπεῖν ἅπτεται τὰ ἄνω τῶν κάτω. φανερὰ δὲ γίνεται τὰ μὲν ἅμα περὶ τὴν βλάστησιν, [*](1 Pin. 17. 232.) [*](2 τῶν κατὰ τούς τόπους conj. Sch. from Plin. l.c.; τῶν καθ' αὐτὰ Ald.) [*](3 ἔκπηξιν conj. Scb.: ἔκπηλξιν UMP2Ald. cf. C.P. 5. 12. 2, πῆξις.) [*](4 cf. C.P. 5.12. 4.)

402
ἡ δὲ ἐλάα διὰ τὸ ἀείφυλλον ὕστερον· ὅσαι μὲν οὖν ἂν φυλλοβολήσωσιν ἀναβιώσκονται πάλιν, ὅσαι δ’ ἂν μὴ τελέως ἀπόλλυνται. παρ’ ἐνίοις δέ τινες ἀποκαυθεῖσαι καὶ τῶν φύλλων αὐανθέντων ἀνεβλάστησαν πάλιν ἄνευ τοῦ ἀποβαλεῖν καὶ τὰ φύλλα ἀνεβίωσεν. ἐνιαχοῦ δὲ καὶ πολλάκις τοῦτο συμβαίνει, καθάπερ καὶ ἐν Φιλίπποις.