Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
τάχα δ᾿ ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος τῆς γε μιᾶς εἶναι, καθ᾿ ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον. μάλιστα περὶ ἔτη διακόσια. εἰ δ᾿ ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος. καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲδεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ᾿ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν σφόδρα, τῷ δ᾿ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ [*](¹ ἐξ αὐτῶν Ald., sc. τῶν ῥιζῶν; ἐκ τῶν αὐτῶν conj. W.) [*](² i.e. such an argument practically assumes the permanence of the trunk, which in the case of the vine can hardly be considered apart from the root. δοκοίη τοιαύτη σύγκρισις I conj. from G; δικαιοτάτη σύγκρισις M VAld. ; δικαιοτάτηι συγκρίσεις U; δοκοίη εἶναι ἢ σύγκρισις conj. Sch.; so W. in his earlier edition : in his later editions he emends wildly.)
τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον.
XIV. Νοσήματα δὲ τοῖς μὲν ἀγρίοις οὔ φασι ξυμβαίνειν ὑφ’ ὧν ἀναιροῦνται, φαύλως δὲ διατίθεσθαι καὶ μάλιστα ἐπιδήλως ὅταν χαλαζοκοπηθῇ ἢ βλαστάνειν μέλλοντα ἡ ἀρχόμενα ἡ ἀνθοῦντα, καὶ ὅταν ἡ πνεῦμα ψυχρὸν ἡ θερμὸν ἐπιγένηται κατὰ τούτους τοὺς καιρούς. ὑπὸ δὲ τῶν ὡραίων χειμώνων οὐδὲ ἂν ὑπερβάλλοντες ὦσιν οὐδὲν πάσχειν, ἀλλὰ καὶ ξυμφέρειν πᾶσι χειμασθῆναι· μὴ χειμασθέντα γὰρ κακοβλαστότερα γίνεσθαι.
τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας [*](¹ ποπληγῇ : ἀπολήγῃ conj Sch.) [*](2 Plin. 17. 216. cf. C.P. 5. 8. 3.) [*](4 κατὰ γένη conj. W.; καὶ τὰ γένη UMV; καὶ κατὰ γένη Ald.)
Ἡ δ’ ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ’ ἐστὶν οἶον ἡλίου καῦσις. διαφθείρονται δ’ ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ’ ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς ζώοις· ἐπεὶ παρ’ ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν.
Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ’ ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ νόσῳ· ὁ δ’ ἐρινὸς οὕτε κραδᾷ οὕτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ’ ἐὰν ἐμφυτευθῶσιν εἰς συκῆν.
[*](¹ δπώδη UMV Ald : εὐώδη H., evidently from Plin. 17. 221. cf. C P. 5. 9. 4 aud 5.)[*](2 λοπάδα: Plin. 17. 223, patella. The ἧλος is an abortive bud, called in Italian novolo.)[*](3 ἡλίου καῦσις conj. Scal. from Plin l.c. veluti solis exustio : so also G ; ἡλοιαυτον U; ἧλοι αὐτὸν V; ἥλοι αὐτῶν M ; ἦλοι αὐτῶν Ald. which W. prints provisionally.)Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἶον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.