Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Καρποφορεῖν δὲ τῶν ἐν τῇ λίμνῃ τοῦτο καὶ τὸ βούτομον καὶ τὸν φλεών. εἶναι δὲ τοῦ βουτόμου μέλανα, τῷ δὲ μεγέθει παραπλήσιον τῷ τῆς σίδης. τοῦ δὲ φλεὼ τὴν καλουμένην ἀνθήλην, [*](1 ἐλάττων . . . ὕδατος : sense doubtful. G. seems to render a different reading.) [*](² i.e. the flower-head, which, as well as the plant, was called σίδη.) [*](3 μήκωνι can hardly be right : suspected by H.) [*](⁴ cf. Athen. 14. 64.) [*](5 i.e. petals.)

364
ᾧ χρῶνται πρὸς τὰς κονίας. τοῦτο δ᾿ ἐστὶν οἷον πλακουντῶδές τι μαλακον ἐπίπυρρον. ἔτι δὲ καὶ τοῦ φλεὼ καὶ τοῦ βουτόμου τὸ μὲν θῆλυ ἄκαρπον, χρήσιμον δὲ πρὸς τὰ πλόκανα, τὸ δὲ ἄρρεν ἀχρεῖον.

Περὶ δὲ τῆς ἴκμης καὶ μηνάνθους καὶ τοῦ ἴπνου σκεπτέον.

Ἰδιώτατον δὲ τούτων ἐστὶν ἡ τύφη καὶ τῷ ἄφυλλον εἶναι καὶ τῷ μὴ πολύρριζον τοῖς ἄλλοις ὁμοίως· ἐπεὶ τἆλλα οὐχ ἦττον εἰς τὰ κάτω τὴν ὁρμὴν ἔχει καὶ τὴν δύναμιν· μάλιστα δὲ τὸ κύπειρον, ὥσπερ καὶ ἡ ἄγρωστις, δι᾿ ὃ καὶ δυσώλεθρα καὶ ταῦτα καὶ ὅλως ἅπαν τὸ γένος τὸ τοιοῦτον. ἡ δὲ ῥίζα τοῦ κυπείρου πολύ τι τῶν ἄλλων παραλλάττει τῇ ἀνωμαλίᾳ, τῷ τὸ μὲν εἶναι παχύ τι καὶ σαρκῶδες αὐτῆς τὸ δὲ λεπτὸν καὶ ξυλῶδες· καὶ τῇ βλαστήσει καὶ τῇ γενέσει· φύεται γὰρ ἀπὸ τοῦ πρεμνώδους ἑτέρα λεπτὴ κατὰ πλάγιον, εἶτ᾿ ἐν ταύτῃ συνίσταται πάλιν τὸ σαρκῶδες, ἐν ᾧ καὶ ὁ βλαστὸς ἀφ᾿ οὗ ὁ καυλός· ἀφίησι δὲ καὶ εἰς βάθος τὸν αὐτὸν τρόπον ῥίζας, δι᾿ ὃ καὶ πάντων μάλιστα δυσώλεθρον καὶ ἔργον ἐξελεῖν.

(Σχεδὸν δὲ παραπλησίως φύεται ἡ ἄγρωστις ἐκ τῶν γονάτων· αἱ γὰρ ῥίζαι γονατώδεις, ἐξ ἑκάστου δ᾿ ἀφίησιν ἄνω βλαστὸν καὶ κάτωθεν ῥίζαν. ὡσαύτως δὲ καὶ ἡ ἄκανθα ἡ ἀκανώδης, ἀλλ᾿ οὐ καλαμώδης οὐδὲ γονατώδης ἡ ῥίζα ταύτης. [*](¹ κονίας: ? κονιάσεις (plasterig), conjecture mentioned by Sch.)

366
ταῦτα μὲν οὖν ἐπὶ πλεῖον διὰ τὴν ὁμοιότητα εἴρηται.)

Φύεται δ᾿ ἐν ἀμφοῖν καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι ἰτέα κάλαμος, πλὴν τοῦ αὐλητικοῦ, κύπειρον τύφη φλεὼς βούτομος· ἐν δὲ τῷ ὕδατι μόνον σίδη. περὶ γὰρ τῆς τύφης ἀμφισβητοῦσι. καλλίω δὲ καὶ μείζω τῶν ἐν ἀμφοῖν φυομένων αἰεὶ τὰ ἐν τῷ ὕδατι γίνεσθαί φασι. φύεσθαι δ᾿ ἔνια τούτων καὶ ἐπὶ τῶν πλοάδων, οἷον τὸ κύπειρον καὶ τὸ βούτομον καὶ τὸν φλεών, ὥστε πάντα τὰ μέρη ταῦτα κατέχειν.