Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

360

X. Τὰ μὲν οὖν ἴδια θεωρητέον ἰδίως δῆλον ὅτι, τὰ δὲ κοινὰ κοινῶς. διαιρεῖν δὲ χρὴ καὶ ταῦτα κατὰ τοὺς τόπους, οἷον εἰ τὰ μὲν ἕλεια τὰ δὲ λιμναῖα τὰ δὲ ποτάμια μᾶλλον ἢ καὶ κοινὰ πάντων τῶν τόπων· διαιρεῖν δὲ καὶ ποῖα ταὐτὰ ἐν τῷ ὑγρῷ καὶ τῷ ξηρῷ φύεται, καὶ ποῖα ἐν τῷ ὑγρῷ μόνον, ὡς ἁπλῶς εἰπεῖν πρὸς τὰ κοινότατα εἰρημένα πρότερον

Ἐν δ᾿ οὖν τῇ λίμνῃ τῇ περὶ Ὀρχομενὸν τάδ᾿ ἐστὶ τὰ φυόμενα δένδρα καὶ ὑλήματα, ἰτέα ἐλαίαγνος σίδη κάλαμος ὅ τε αὐλητικὸς καὶ ὁ ἕτερος κύπειρον φλεὼς τύφη, ἔτι γε μήνανθος ἴκμη καὶ τὸ καλούμενον ἴπνον. ὃ γὰρ προσαγορεύουσι λίμνα τούτου τὰ πλείω καθ᾿ ὕδατός ἐστι.

Τούτων δὲ τὰ μὲν ἄλλα γνώριμα· ὁ δ᾿ ἐλαίαγνος καὶ ἡ σίδη καὶ ἡ μήνανθος καὶ ἡ ἴκμη καὶ τὸ ἴπνον ἴσως μὲν φύεται καὶ ἑτέρωθι, προσαγορεύεται δὲ ἄλλοις ὀνόμασι· λεκτέον δὲ περὶ αὐτῶν. ἔστι δὲ ὁ μὲν ἐλαίαγνος φύσει μὲν θαμνῶδες καὶ παρόμοιον τοῖς ἄγνοις, φύλλον δὲ ἔχει τῷ μὲν σχήματι παραπλήσιον μαλακὸν δέ, ὥσπερ αἱ μηλέαι καὶ χνοῶδες. ἄνθος δὲ τῷ τῆς λεύκης ὅμοιον ἔλαττον· καρπὸν δὲ οὐδένα φέρει. φύεται δὲ ὁ πλεῖστος μὲν ἐπὶ τῶν πλοάδων νήσων· εἰσὶ γάρ τινες καὶ ἐνταῦθα πλοάδες, ὥσπερ ἐν Αἰγύπτῳ [*](1 τὰ δὲ κοινὰ κοινῶς conj. Sch. from G; τὰ δὲ κοινῶς Aid. H.) [*](² ταὐτὰ conj. Sch.; ταῦτα Aid.) [*](3 πρὸς τὰ κοιν. ὠρ. πρ. conj. W. supported by G; κοινότατα προσειοημένα πρότερον Aid. H.)

362
περὶ τὰ ἕλη καὶ ἐν Θεσπρωτίδι καὶ ἐν ἄλλαις λίμναις· ἐλάττων δὲ καθ᾿ ὕδατος· ὁ μὲν οὖν ἐλαίαγνος τοιοῦτον.

Ἡ δὲ σίδη την μὲν μορφήν ἐστιν ὁμοία τῇ μήκωνι· καὶ γὰρ τὸ ἄνω κυτινῶδες τοιοῦτον ἔχει. πλὴν μεῖζον ὡς κατὰ λόγον· μεγέθει δὲ ὅλος ὁ ὄγκος ἡλίκον μῆλον· ἔστι δὲ οὐ γυμνόν, ἀλλὰ ὑμένες περὶ αὐτὴν λευκοί, καὶ ἐπὶ τούτοις ἔξωθεν φύλλα ποώδη παραπλήσια τοῖς τῶν ῥόδων ὅταν ἐν κάλυξιν ὦσι, τέτταρα τὸν ἀριθμόν· ἀνοιχθεῖσα δὲ τοὺς κόκκους ἐρυθροὺς μὲν ἔχει τῷ σχήματι δὲ οὐχ ὁμοίους ταῖς ῥόαις ἀλλὰ περιφερεῖς μικροὺς δὲ καὶ οὐ πολλῷ μείζους κέγχρου· τὸν δὲ χυλὸν ὑδατώδη τινά, καθάπερ ὁ τῶν πυρῶν. ἁδρύνεται δὲ τοῦ θέρους, μίσχον δὲ ἔχει μακρόν. τὸ δὲ ἄνθος ὅμοιον ῥόδου κάλυκι, μεῖζον δὲ καὶ σχεδὸν διπλάσιον τῷ μεγέθει. τοῦτο μὲν οὖν καὶ τὸ φύλλον ἐπὶ τοῦ ὕδατος· μετὰ δὲ ταῦτα, ὅταν ἀπανθήσῃ καὶ συστῇ τὸ περικάρπιον, κατακλίνεσθαί φασιν εἰς τὸ ὕδωρ μᾶλλον, τέλος δὲ συνάπτειν τῇ γῇ καὶ τὸν καρπὸν ἐκχεῖν.