Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις, φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ [*](¹ 1 omit αἱ before κέραιαι with P.) [*](2 ἅμα 1 conj. ; ἀλλὰ Ald.; om. W. after Sch.; ἀλλ᾿ ἄμα conj. St.)
Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἦττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις ἤ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὦν ἴσως λεκτέον ἐφ᾿ ὅσον ἔχομεν ἱστορίας.
ΙΙ. Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω, ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ᾿ ἄττα. Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον [*](1 κωπεῶνε cf. 5. 1. 7. 2 δὲ μανὰ add. W.) [*](3 cf. 5. 1. 8. 4 2. 2. 10.) [*](5 ὄλως. . . μὲν conj. W.; ὅλως οὐ φυτευόμενα U; ὅλως φυτευό- μενα MVPAld.)
πολύοπον δὲ τὸ δένδρον σφόδρα ἐστὶ καὶ τὸ ξύλον αὐτοῦ εἰς πολλὰ χρήσιμον. ἴδιον δὲ ἔχειν δοκεῖ παρὰ τἆλλα· τμηθὲν γὰρ εὐθὺς χλωρόν ἐστι· αὐαίνεται δὲ ἐμβύθιον· εἰς βόθρον δὲ ἐμβάλλουσι καὶ εἰς τὰς λίμνας εὐθὺς καὶ ταριχεύουσι· βρεχόμενον δ᾿ ἐν τῷ βυθῷ ξηραίνεται· καὶ ὅταν τελέως ξηρὸν γένηται, τότε ἀναφέρεται καὶ ἐπινεῖ καὶ δοκεῖ τότε καλῶς τεταριχεῦσθαι· γίνεται γὰρ κοῦφον καὶ μανόν. ἡ μὲν οὖν συκάμινος ἔχει ταύτας τὰς ἰδιότητας.
Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα [*](1 1. 1. 7; cf. 1. 14. 2.) [*](cf. C.P. 1. 17 9: Diosc. 1. 127: Athen. 2. 36. This)
(Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερωνίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ᾿ ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἕνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσ χήμων· εἶτ᾿ αὐξηθεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.)
Ἐν Αἰγύπτῳ δ᾿ ἐστὶν ἕτερον ἡ περσέα καλούμενον, τῇ μὲν προσόψει μέγα καὶ καλόν, παραπλήσιον δὲ μάλιστα τῇ ἀπίῳ καὶ φύλλοις καὶ ἄνθεσι καὶ ἀκρεμόσι καὶ τῷ ὅλῳ σχήματι· πλὴν [*](¹ ὅσαιπερ conj. R. Const., etc., cf. Athen. l.c.; ὅσα ὑπὲρ αὐτοῦ 1 (corrected); ὅσα ὑπὲρ αὐτὸν M; ὅσα ὑπὲο αὐτοῦ Ald.) [*](² Plin. 13. 59. 3 1. 14. 2.)