Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ἔχει δ᾿ εὐθὺς καὶ τῆς [*](¹ ταξιφυλλοτέρα conj. W. from Plin. 16. 149, folia in ordinem digesto ; μακροφυλλοτέρα MSS. cf. 1. 10 8.) [*](² κατακεκαμμένη conj. W.; κατακεκαυμένη UAld.; κατακεκαμ- μένους conj. Seh.) [*](3 κιττώδους MSS.; ποώδους conj. St. ⁴ cf. C.P. 1. 16. 4.)

278
φύσεώς τι τοιοῦτον· ἐκ γὰρ τῶν βλαστῶν ἀφίησιν ἀεὶ ῥίζας ἀνὰ μέσον τῶν φύλλων, αἷσπερ ἐνδύεται τοῖς δένδροις καὶ τοῖς τειχίοις οἶον ἐξεπίτηδες πεποιημέναις ὑπὸ τῆς φύσεως· δι᾿ ὃ καὶ ἐξαιρούμενος τὴν ὑγρότητα καὶ ἕλκων ἀφαυαίνει, καὶ ἐὰν ἀποκοπῇ κάτωθεν δύναται διαμένειν καὶ ζῆν. ἔχει δὲ καὶ ἑτέραν διαφορὰν κατὰ τὸν καρπὸν οὐ μικράν· ὁ μὲν γὰρ ἐπίγλυκύς ἐστιν ὁ δὲ σφόδρα πικρὸς καὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος· σημεῖον δ᾿ ὅτι τὸν μὲν ἐσθίουσιν οἱ ὄρνιθες τὸν δ᾿ οὔ. τὰ μὲν οὖν περὶ τὸν κιττὸν οὕτως ἔχει.

Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ᾿ ὅτι τήν τε διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης, ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον· [*](¹ σμῖλαξ: ? μῖλαξ W. cf. 1. 10. 5: Plin. 16. 153—155.) [*](2 ἐπαλλόκαυλον conj. Sch.; ἐπαυλόκαυλον V. cf. 3. 18. 10.) [*](3 καυλὸς conj. R. Const.; καρπὸς UMVAld.) [*](4 τυληρόν conj. W.; νοτηρόν Ald. U (corrected).) [*](5 ταύτην; cf. τὸ θυλακῶδες τοῦτο, 3. 7. 3. Is the pronoun)

280
τὸν δὲ καρπὸν ἔχει προσεμφερῆ τῷ στρύχνῳ καὶ τῷ μηλώθρῳ καὶ μάλιστα τῇ καλουμένῃ σταφυλῇ ἀγρίᾳ· κατακρέμαστοι δ᾿ οἱ βότρυες κιττοῦ τρόπον· παρεγγίζει δ᾿ ὁ παραθριγκισμὸς πρὸς τὴν σταφυλήν· ἀπὸ γὰρ ἑνὸς σημείου οἱ μίσχοι οἱ ῥαγικοί.

ὁ δὲ καρπὸς ἐρυθρός, ἔχων πυρῆνας τὸ μὲν ἐπὶ πᾶν δύο, ἐν τοῖς μείζοσι τρεῖς ἐν δὲ τοῖς μικροῖς ἕνα· σκληρὸς δ᾿ ὁ πυρὴν εὖ μάλα καὶ τῷ χρώματι μέλας ἔξωθεν. ἴδιον δὲ τὸ τῶν βοτρύων, ὅτι ἐκ πλαγίων τε τὸν καυλὸν παραθριγκίζουσιν, καὶ κατ᾿ ἄκρον ὁ μέγιστος βότρυς τοῦ καυλοῦ, ὥσπερ ἐπὶ τῆς ῥάμνου καὶ τοῦ βάτου. τοῦτο δὲ δῆλον ὡς καὶ ἀκρόκαρπον καὶ πλαγιόκαρπον.

Tὸ δ᾿ εὐώνυμος καλούμενον δένδρον φύεται μὲν ἄλλοθί τε καὶ τῆς Λέσβου ἐν τῷ ὄρει τῷ Ὀρδύννῳ καλουμένῳ· ἔστι δὲ ἡλίκον ῥόα καὶ τὸ φύλλον ἔχει ῥοῶδες, μεῖζον δὲ ἢ χαμαιδάφνης, καὶ μαλακὸν δὲ ὥσπερ ἡ ῥόα. ἡ δὲ βλάστησις ἄρχεται μὲν αὐτῷ περὶ τὸν Ποσειδεὥνα· ἀνθεῖ δὲ τοῦ ἦρος· τὸ δὲ ἄνθος ὅμοιον τὴν χρόαν τῷ λευκῷ ἴῳ· ὄζει δὲ δεινὸν ὥσπερ φόνου. ὁ δὲ καρπὸς ἐμφερὴς τὴν μορφὴν μετὰ τοῦ κελύφους τῷ τοῦ σησάμου λοβῷ· ἔνδοθεν δὲ στερεὸν πλὴν διῃρημένον κατὰ τὴν τετραστοιχίαν. τοῦτο ἐσθιόμενον[*](¹ Presumably σ. ὁ ἐδώδιμος. See Index.)[*](² παρεγγίζει δ᾿ ὁ παραθριγκισμὸς Ι conj., cf. παραθριγκίζουσι below; παρωγγύζει δὲ παραθρινακίζει δὲ ὡς U; παραγγίζει δὲ παραθρηνακίζει δὲ ὡς MV; παραθριγκίζει δὲ ὡς conj. W.)

282
ὑπὸ τῶν προβάτων ἀποκτιννύει, καὶ τὸ φύλλον καὶ ὁ καρπός, καὶ μάλιστα τὰς αἶγας ἐὰν μὴ καθάρσεως τύχῃ. καθαίρεται δὲ ἀνόχῳ. περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται· ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν λειπομένων λεκτέον.

286

Ι. Αἱ μὲν οὖν διαφοραι τῶν ὁμογενῶν τεθεώρηνται πρότερον. ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἶον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκεπεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ᾿ εὐείλοις οὐχ ὁμοίως.

Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλουμένην τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν οὐδέποθ᾿ ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ᾿ ὡραῖαι ἀλλ᾿ ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς παλισκίοις· δι᾿ ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων, οἶον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον, οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλισται

288
καὶ τανεῖαι καὶ κέραιαι αἱ ἐκ τούτων, ἔτι δ᾿ ἱστοὶ τῷ μήκει διαφέροντες ἀλλ᾿ οὐχ ὁμοίως ἰσχυροί· καὶ ἐκ τῶν προσείλων ἅμα τῇ βραχύτητι πυκνότεροί τε ἐκείνων καὶ ἰσχυρότεροι γίνονται.

Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ᾿ ἄλλα πάντα ὡς εἰπεῖν οὐ μᾶλλον χαίρει τοῖς προσείλοις. οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ᾿ ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν.