Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἀείφυλλα μὲν οὖν ἐστι τῶν ἀγρίων ἃ καὶ πρότερον ἐλέχθη, ἐλάτη πεύκη πίτυς ἀγρία πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος φιλύκη ἀφάρκη δάφνη φελλόδρυς κήλαστρον ὀξυάκανθος πρῖνος μυρίκη· τὰ δὲ ἄλλα πάντα φυλλοβολεῖ· πλὴν εἴ τι περιττὸν ἐνιαχοῦ, καθάπερ ἐλέχθη περὶ τῆς ἐν τῇ Κρήτῃ πλατάνου καὶ δρυὸς καί εἴ που τόπος τις ὅλως εὔτροφος.

[*](¹ δ᾿ ἄλλως conj. Sch. from G; δ᾿ αὖ Ald. ² Plin. 16. 77.)[*](3 i. e. are not always of the poorest quality. ταῦτ᾿ αὖ τινα conj. W.; ταῦτα ουτῶν Ald. H. ⁴ 1. 9. 3.)
174

Κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισβητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα κρήνην Σαύρου καλουμένην πολλαί. εἰσὶ δὲ καὶ ἐν τῷ πλησίον ὄρει τῆς Ἴδης ἐν τῷ Κινδρίῳ καλουμένῳ καὶ περὶ Πραισίαν δὲ ἐν τοῖς ὄρεσιν. οἱ δὲ μόνον τῶν τοιούτων τὴν πτελέαν κάρπιμον εἶναί φασι, κσθάπερ οἱ περὶ Μακεδονίαν.

Μεγάλη δὲ διαφορὰ πρὸς καρπὸν καὶ ἀκαρπίαν καὶ ἡ τῶν τόπων φύσις, ὥσπερ ἐπί τε τῆς περσέας ἔχει καὶ τῶν φοινίκων· ἡ μὲν ἐν Αἰγύπτῳ καρποφορεῖ καὶ εἴ που τῶν πλησίον τόπων, ἐν Ῥόδῳ δὲ μέχρι τοῦ ἀνθεῖν μόνον ἀφικνεῖται. ὁ δὲ φοῖνιξ περὶ μὲν Βαβυλῶνα θαυμαστός, ἐν τῇ Ἑλλάδι δὲ οὐδὲ πεπαίνει, παρ᾿ ἐνίοις δὲ ὅλως οὐδὲ προφαίνει καρπόν.

Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ᾿ ἐστίν· ἐπεὶ καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ [*](1 2. 2. 10.) [*](2 cf. 2. It appears that the buds of the poplar were mistaken for fruit (Sch.); cf. Diosc. 1. 81. Later writers perpetuated the error by calling them κόκκοι.) [*](3 τοῦ ἐν τῇ Ἴδῃ conj. Sch.; τοῦ ἐν τῷ Ἴδῃ U; τοῦ ἐν τῇ Ἴδης MV; ἐν τῇ Ἴδῃ Ald.H.)

176
αὐτῇ χώρᾳ καὶ συνόρῳ χώρᾳ τὰ μὲν κάρπιμα τὰ δ᾿ ἄκαρπα γίνεται· καθάπερ καὶ τὸ κενταύριον ἐν τῇ Ἠλείᾳ, τὸ μὲν ἐν τῇ ὀρεινῇ κάρπιμον, τὸ δ᾿ ἐν τῷ πεδίῳ ἄκαρπον ἀλλὰ μόνον ἀνθεῖ, τὸ δ᾿ ἐν τοῖς κοίλοις τόποις οὐδ᾿ ἀνθεῖ πλὴν κακῶς. δοκεῖ δ᾿ οὖν καὶ τῶν ἄλλων τῶν ὁμογενῶν καὶ ἐν μιᾷ προσηγορίᾳ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον, οἷον πρῖνος ὁ μὲν κάρπιμος ὁ δ᾿ ἄκαρπος· καὶ κλήθρα δὲ ὡσαύτως· ἀνθεῖ δ᾿ ἄμφω.

σχεδὸν δὲ ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ᾿ ὀλίγον τὰ δ᾿ ὅλως οὐδ᾿ ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲ ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ᾿ ἀπό γε τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς ὀρεοτύπους οὐ δύνασθαι διῖέναι μὴ ὁδοποιησαμένους.

Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων, ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον, ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ᾿ οὐδὲν τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ τὸ βρύον τὸ δρύῖνον καὶ τὸν κύτταρον τὸν πίτυῖνον [*](¹ χώρᾳ καὶ Ald.; ἢ καὶ conj. St.) [*](² i.e the ‘males’ are sterile whether they flower or not. καὶ τούτων τὰ μὲν πολλὰ Ι conj.; τούτων τὰ πολλὰ τὰ μὲν Ald.) [*](3 ? i.e. the flowers of the ‘female’ tree.) [*](⁴ i.e. (α) in those trees whose ‘male’ form is sterile, whether it bears flowers or not; (b) in those whose ‘male’)

178
ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαποπτώτοις ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφένδαμνον. ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ᾿ εἶναι, τὴν δὲ ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά. συμβαίνει δ᾿ οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν ἐπισκεπτέον.