Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἀλλὰ τοῦτο μὲν οὐδὲν ἴσως διαφέρει ποτέρως ῥητέον. ἅπαν δὲ τὸ ἐξαγριούμενον τοῖς τε καρποῖς χεῖρον γίνεται καὶ αὐτὸ βραχύτερον καὶ φύλλοις καὶ κλωσὶ καὶ φλοιῷ καὶ τῇ ὅλῃ μορφῇ· καὶ γὰρ πυκνότερα καὶ οὐλότερα καὶ σκληρότερα καὶ ταῦτα καὶ ὅλη ἡ φύσις γίνεται, ὡς ἐν τούτοις μάλιστα τῆς διαφορᾶς τῶν ἡμέρων καὶ τῶν ἀγρίων γινομένης. δι᾿ ὃ καὶ ὅσα τῶν ἡμερουμένων τοιαῦτα τυγχάνει, ταῦτα ἄγριά φασιν εἶναι, καθάπερ τὴν πεύκην καὶ τὴν κυπάριττον, ἡ ὅλως ἡ τὴν ἄρρενα, καὶ τὴν καρύαν δὲ καὶ τὴν διοσβάλανον.

Ἔτι τε τῷ φιλόψυχρα καὶ ὀρεινὰ μᾶλλον εἶναι· καὶ γὰρ τοῦτο λαμβάνεται πρὸς τὴν ἀγριότητα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, εἴτ᾿ οὖν καθ᾿ αὑτὸ λαμβανόμενον εἴτε κατὰ συμβεβηκός.

Ὁ μὲν οὖν τῶν ἀγρίων ἀφορισμὸς εἴθ᾿ οὕτως ἡ καὶ ἄλλως ληπτέος, οὐδὲν ἄν ἴσως διενέγκοι πρὸς τὰ νῦν· ἐκεῖνο δὲ ἀληθές, ὥς γε τῷ τύπῳ καὶ ἁπλῶς εἰπεῖν, ὅτι μᾶλλον ὀρεινὰ τὰ ἄγρια καὶ εὐθενεῖ τὰ πλείω καὶ μᾶλλον ἐν τούτοις τοῖς τόποις, ἐὰν μή τις λαμβάνῃ τὰ φίλυδρα καὶ παραποτάμια καὶ ἀλσώδη. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τυγχάνει πεδεινὰ μᾶλλον.

οὐ μὴν ἀλλ᾿ ἔν γε τοῖς μεγάλοις ὄρεσιν, οἶον Παρνησῷ τε καὶ Κυλλήνῃ καὶ Ὀλύμπῳ τῷ Πιερικῷ τε καὶ τῷ Μυσίῳ καὶ εἴ που τοιοῦτον ἕτερον, ἅπαντα [*](¹ τιθασείαν conj. W., cf. Plat. Pol. 264 o; τιθάσιον UMAld.)

170
φύεται διὰ τὴν πολυειδίαν τῶν τόπων· ἔχουσι γὰρ καὶ λιμνώδεις καὶ ἐνύγρους καὶ ξηροὺς καὶ γεώδεις καὶ πετρώδεις καὶ τοὺς ἀνὰ μέσον λειμῶνας καὶ σχεδὸν ὅσαι διαφοραὶ τῆς γῆς· ἔτι δὲ τοὺς μὲν κοίλους καὶ εὐδιεινοὺς τοὺς δὲ μετεώρους καὶ προσηνέμους· ὥστε δύνασθαι παντοῖα καὶ τὰ ἐν τοῖς πεδίοις φέρειν.

Οὐδὲν δ᾿ ἄτοπον οὐδ᾿ εἰ ἔνια μὴ οὕτω πάμφορα τῶν ὀρῶν, ἀλλ᾿ ἰδιωτέρας τινὸς ὕλης ἢ πάσης ἢ τῆς πλείστης, οἷον ἐν τῇ Κρήτῃ τὰ Ἰδαῖα· κυπάριττος γὰρ ἐκεῖ· καὶ τὰ περὶ Κιλικίαν καὶ Συρίαν, ἐι οἷς κέδρος· ἐνιαχοῦ δὲ τῆς Συρίας τέρμινθος. αἱ γὰρ διαφοραὶ τῆς χώρας τὴν ἰδιότητα ποιοῦσιν. ἀλλ᾿ εἴρηται τὸ ἴδιον ὡς ἐπὶ πᾶν.

III. Ἴδια δὲ τὰ τοιάδε τῶν ὀρεινῶν, ἃ ἐν τοῖς πεδίοις οὐ φύεται, περὶ τὴν Μακεδονίαν ἐλάτη πεύκη πίτυς ἀγρία φίλυρα ζυγία φηγὸς πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος ἐρινὸς φιλύκη ἀφάρκη καρύα διοσβάλανος πρῖνος. τὰ δὲ καὶ ἐν τοῖς πεδίοις μυρίκη πτελέα λεύκη ἰτέα αἴγειρος κρανεία θηλυκρανεία κλήθρα δρῦς λακάρη ἀχρὰς μηλέα ὀστρύα κήλαστρον μελία παλίουρος ὀξυάκανθος σφένδαμνος, ἣν ἐν μὲν τῷ [*](¹ ἐν . . . Ἰδαῖα conj. W. (after Sch., who conj. τὰ ἐν); τὰ ἐν κρήτῃ τῇ Ἰδίᾳ U Ald.) [*](2 i. e. it is not meant that a tree which is ‘special’ to Mount Ida (e.g.) occurs only there.) [*](3 περὶ τήν Μακ.? gloss; περί τε τὴν Μακ. MP2Ald.; τι om. P.)

172
ὄρει πεφυκυῖαν ζυγίαν καλοῦσιν, ἐν δὲ τῷ πεδίῳ γλεῖνον. οἱ δ᾿ ἄλλως διαιροῦσι καὶ ἕτερον ποιοῦσιν εἶδος σφενδάμνου καὶ ζυγίας.

Ἅπαντα δὲ ὅσα κοινὰ τῶν ὀρῶν καὶ τῶν πεδίων, μείζω μὲν καὶ καλλίω τῇ ὄψει τὰ ἐν τοῖς πεδίοις γίνεται, κρείττω δὲ τῇ χρείᾳ τῇ τε τῶν ξύλων καὶ τῇ τῶν καρπῶν τὰ ὀρεινά· πλὴν ἀχράδος καὶ ἀπίου καὶ μηλέας· αὗται δ᾿ ἐν τοῖς πεδίοις κρείττους οὐ μόνον τοῖς καρποῖς ἀλλὰ καὶ τοῖς ξύλοις· ἐν γὰρ τοῖς ὄρεσι μικραὶ καὶ ὀζώδεις καὶ ἀκανθώδεις γίνονται· πάντα δὲ καὶ ἐν τοῖς ὄρεσιν, ὅταν ἐπιλάβωνται τῶν οἰκείων τόπων, καὶ καλλίω φύεται καὶ εὐθενεῖ μᾶλλον· ὡς δὲ ἀπλῶς εἰπεῖν τὰ ἐν τοῖς ὁμαλέσι τῶν ὀρῶν καὶ μάλιστα. τῶν δὲ ἄλλων τὰ ἐν τοῖς κάτω καὶ κοίλοις· τὰ δ᾿ ἐπὶ τῶν ἄκρων χείριστα, πλὴν εἴ τι τῇ φύσει φιλόψυχρον· ἔχει δὲ καὶ ταῦτ᾿ αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς διαφορὰς τὰς εἰρημένας.