Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ᾿ ἀφ᾿ αὑτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος· ἀφαιροῦσι δὲ ὅσον δίπηχυ· σχίσαντες δὲ τοῦτο κάτω τιθέασι τὸ ὑγρόν· φιλεῖ δὲ χώραν ἁλμώδη· δι᾿ ὃ καὶ ὅπου μὴ τοιαύτη τυγχάνει περιπάττουσιν ἄλας οἱ γεωργοί· τοῦτο δὲ δεῖ ποιεῖν μὴ περὶ αὐτὰς τὰς ῥίζας ἀλλ᾿ ἄποθεν ἀποστήσαντα περιπάττειν ὅσον ἡμίεκτον· ὅτι δὲ τοιαύτην ζητεῖ χώραν κἀκεῖνο ποιοῦνται σημεῖον· πανταχοῦ γὰρ ὅπου πλῆθος φοινίκων ἁλμώδεις αἱ χῶραι· καὶ γὰρ ἐν Βαβυλῶνί φασιν, ὅπου οί φοίνικες πεφύκασι, καὶ ἐν Λιβύῃ δὲ καὶ ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ καὶ τῆς Συρίας δὲ τῆς κοίλης, ἐν ᾗ γ᾿ οἱ πλεῖστοι τυγχάνουσιν, ἐν τρισὶ μόνοις τόποις ἁλμώδεσιν εἶναι τοὺς δυναμένους θησαυρίζεσθαι· τοὺς δ᾿ ἐν τοῖς ἄλλοις οὐ διαμένειν ἀλλὰ σήπεσθαι, χλωροὺς δ᾿ ἡδεῖς εἶναι καὶ καταναλίσκειν οὕτω.

Φιλεῖ δὲ καὶ ὑδρείαν σφόδρα τὸ δένδρον· περὶ δὲ κόπρου διαμφισβητοῦσιν· οἱ μὲν γὰρ οὔ φασι χαίρειν ἀλλ᾿ ἐναντιώτατον εἶναι, οἱ δὲ καὶ χρῆσθαι καὶ ἐπίδοσιν πολλὴν ποιεῖν. δεῖν δ᾿ ὑδρεύειν εὗ μάλα κατὰ τῆς κόπρου, καθάπερ οἱ ἐν [*](¹ i.e. ‘cabbage.’) [*](² τοῦτο. . . ὑγρόν: I have inserted δὲ, otherwise retaining the reading of Ald.; τούτου κάτω· τιθέασι δ᾿ ἔνυγρον conj. W. cf. Plin. 13. 36. τὸ ὑγρόν, viz. the cut end.) [*](ἁλμώδη conj. W.; ἀμμώδη P2Ald.H.)

136
Ῥόδῳ. τοῦτο μὲν οὖν ἐπισκεπτέον· ἴσως γὰρ οἱ μὲν οὕτως οἱ δ᾿ ἐκείνως θεραπεύουσιν, καὶ μετὰ μὲν τοῦ ὕδατος ὠφέλιμον ἡ κόπρος ἄνευ δὲ τούτου βλαβερά. ὅταν δὲ ἐνιαύσιος γένηται, μεταφυτεύουσι καὶ τῶν ἀλῶν συμπαραβάλλουσι, καὶ πάλιν ὅταν διετής· χαίρει γὰρ σφόδρα τῇ μεταφυτείᾳ.

Μεταφυτεύουσι δὲ οἱ μὲν ἄλλοι τοῦ ἦρος· οἱ δὲ ἐν Βαβυλῶνι περὶ τὸ ἄστρον, ὅτε καὶ ὅλως οἵ γε πολλοὶ φυτεύουσιν, ὡς καὶ παραγινομένου καὶ αὐξανομένου θᾶττον. νέου μὲν ὄντος οὐχ ἅπτονται, πλὴν ἀναδοῦσι τὴν κόμην, ὅπως ὀρθοφυῆ τ᾿ ᾖ καὶ αἱ ῥάβδοι μὴ ἀπαρτῶνται. μετὰ δὲ ταῦτα περιτέμνουσιν, ὁπόταν ἁδρὸς ἤδη γένηται καὶ πάχος ἔχῃ. ἀπολείπουσι δὲ ὅσον σπιθαμὴν τῶν ῥάβδων. φέρει δὲ ἕως μὲν ἂν ᾖ νέος ἀπύρηνον τὸν καρπόν, μετὰ δὲ τοῦτο πυρηνώδη.

Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ᾿ ἢ διακαθαίρουσι καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον τὸ ναματιαῖον ὕδωρ ἡ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ᾿ ἀμφοτέρως ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ [*](¹ cf. 7. 5. 1. Plin. 13. 37.) [*](2 συμπαραβάλλουσι conj. Sch. from G; συμwαραλαμβάνουσ. UAld. 4 cf. Plin. 13. 38.)

138
αὐτὰ τὰ δένδρα, διαφέρειν καὶ τὰς ἐργασίας οὐκ ἄτοπον.