Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυτεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παραγίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ᾿ ἐκ τῶν τοιούτων ἔρνη· βλαστανόντων δ᾿ ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένηται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ μυρρίνου, αἱ δ᾿ ἄλλαι κοινότεραι πᾶσιν.

Ἄριστον δὲ καὶ ῥιζώσασθαι καὶ φυτείας μάλιστα τῆς τυχούσης ἡ συκῆ. φυτεύειν δὲ ῥόας μὲν [*](¹ ἡ before τῆς om. W. ² τε τὸ conj. W.; τό τε MVP.) [*](³ καὶ τῆς ἐλαίας U; ἐλάας MVP; so W.) [*](4 Plin. 17, 123. cf. C.P. 3. 12. 1.) [*](5 cf. 7. 13. 4; C.P. 5. 6. 10 (where another bulb, σχῖνος, is mentioned as being put to the same use); Athen. 3. 13 Plin. 17. 87.)

132
καὶ μυρρίνους καὶ δάφνας πυκνὰς κελεύουσι, μὴ πλέον διεστώσας ἢ ἐννέα πόδας, μηλέας δὲ μικρῷ μακρότερον, ἀπίους δὲ καὶ ὄγχνας ἔτι μᾶλλον, ἀμυγδαλᾶς δὲ καὶ συκᾶς πολλῷ πλέον, ὡσαύτως δὲ καὶ τὴν ἐλάαν. ποιεῖσθαι δὲ καὶ πρὸς τὸν τόπον τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς.

Μέγιστον δὲ ὡς εἰπεῖν τὸ τὴν πρόσφορον ἑκάστῳ χώραν ἀποδιδόναι· τότε γὰρ εὐθενεῖ μάλιστα. ὡς δ᾿ ἀπλῶς εἰπεῖν ἐλάᾳ μὲν καὶ συκῇ καὶ ἀμπέλῳ τὴν πεδειν ήν φασιν οἰκειοτάτην εἶναι, τοῖς δὲ ἀκροδρύοις τὰς ὑπωρείας. χρὴ δὲ καὶ ἐν ωὐτοῖς τοῖς ὁμογενέσι μὴ ἀγνοεῖν τὰς οἰκείας. ἐν πλείστῃ δὲ ὡς εἰπεῖν διαφορᾷ τὰ τῶν ἀμπέλων ἐστίν· ὅσα γάρ ἐστι γῆς εἴδη, τοσαῦτά τινές φασι καὶ ἀμπέλων εἶναι. φυτευόμενα μὲν οὖν κατὰ φύσιν ἀγαθὰ γίνεσθαι παρὰ φύσιν δὲ ἄκαρπα. ταῦτα μὲν οὖν ὥσπερ κοινὰ πάντων.

VI. Τῶν δὲ φοινίκων ἴδιος ἡ φυτεία παρὰ αἆλλα καὶ ἡ μετὰ ταῦτα θεραπεία. φυτεύουσι γὰρ πλείους εἰς ταὐτὸ τιθέντες δύο κάτω καὶ δύο ἄνωθεν ἐπιδοῦντες, πρανεῖς δὲ πάντας. τὴν γὰρ ἔκφυσιν οὐκ ἐκ τῶν ὑπτίων καὶ κοίλων ποιεῖται, καθάπερ τινές φασιν, ἀλλ᾿ ἐκ τῶν ἄνω, δι᾿ ὃ καὶ ἐν τῇ ἐπιζεύξει τῶν ἐπιτιθεμένων οὐ δεῖ περικαλύπτειν τὰς ἀρχὰς ὅθεν ἡ ἔκφυσις· φανεραὶ δ᾿ [*](¹ ἐλάαν conj. Bod. (cf. Plin. 17. 88); ῥοιὰν UAld.H.) [*](² ἐλάττονι conj. Sch.; ἔλαττον Ald.) [*](³ i.e. apples pears plume, etc.)

134
εἰσι τοῖς ἐμπείροις. διὰ τοῦτο δ᾿ εἰς τὸ αὐτὸ πλείους τιθέασιν ὅτι ἀπὸ τοῦ ἑνὸς ἀσθενὴς ἡ φυτεία. τούτων δὲ αἵ τε ῥίζαι πρὸς ἀλλήλας συμπλέκονται καὶ εὐθὺς αἱ πρῶται βλαστήσεις, ὥστε ἓν γίνεσθαι τὸ στέλεχος.