Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὰ δὲ φυτευτήρια ἐὰν μὲν ἐνδέχηται ὑπόρριζα, εἰ δὲ μή, δεῖ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω λαμβάνειν, πλὴν ἀμπέλου· καὶ τὰ μὲν ἔχοντα ῥίζας ὀρθὰ ἐμβάλλειν, τὰ δὲ μὴ ἔχοντα ὑποβάλλειν τοῦ φυτευτηρίου ὅσον σπιθαμὴν ἢ μικρῷ πλεῖον. ἔνιοι δὲ κελεύουσι καὶ τῶν ὑπορρίζων ὑποβαλλειν, τιθέναι δὲ καὶ τὴν θέσιν ὁμοίως ἥνπερ εἶχεν ἐπὶ τῶν δένδρων τὰ πρόσβορρα καὶ τὰ πρὸς ἕω καὶ τὰ πρὸς μεσημβρίαν. ὅσα δὲ ἐνδέχεται τῶν φυτῶν καὶ προμοσχεύειν· τὰ μὲν ἐπ᾿ αὐτῶν τῶν δένδρων, οἷον ἐλάας ἀπίου μηλέας συκῆς· τὰ δ᾿ ἀφαιροῦντας, οἷον ἀμπέλου· ταύτην γὰρ οὐχ οἷόν τε ἐπ᾿ αὐτῆς μοσχεύειν.

Ἑὰν δὲ μὴ ὑπόρριζα τὰ φυτὰ μηδὲ ὑπόπρεμνα [*](¹ ἄλλ᾿ ἐὰν . . . τοιούτου. ἐὰν ἢ μὲν σώματος M; so V, but ᾗ; ἢ om. PAld.; χώματος H; κενώματος for σώματος and εὐδιόδου for ἢ καὶ τόπου conj. W χώρας refers to exposure, etc., τόπου (sc. τοιούτου) to quality of soil: so G.) [*](2 Plin. 16. 129; Xen. Oec. 19. 3. 2 cf. C.P. 3. 6.)

130
λαμβάνειν, καθάπερ τῆς ἐλάας, σχίσαντά τε τὸ ξύλον κάτωθεν καὶ λίθον ἐμβαλόντα φυτεύειν· ὁμοίως δὲ καὶ τῆς ἐλάας καὶ συκῆς καὶ τῶν ἄλλων. φυτεύεται δὲ ἡ συκῆ καὶ ἐάν τις κράδην παχεῖαν ἀποξύνας σφύρᾳ παίῃ. ἄχρι οὗ ἂν ἀπολίπῃ μικρὸν ὑπὲρ τῆς γῆς, εἶτ᾿ αὐτῆς ἄμμον βαλὼν ἄνωθεν ἐπιχώσῃ· καὶ γίνεσθαι δή φασι καὶ καλλίω ταῦτα τὰ φυτά, μέχρι οὗ ἂν ᾖ νέα.

Παραπλησία καὶ τῶν ἀμπέλων, ὅταν ἀπὸ τοῦ παττάλου· προοδοποιεῖ γὰρ ὁ πάτταλος ἐκείνῳ τῷ κλήματι διὰ τὴν ἀσθένειαν· φυτεύουσιν οὕτω καὶ ῥόαν καὶ ἄλλα τῶν δένδρων. ἡ συκῆ δέ, ἐὰν ἐν σκίλλῃ φυτευθῇ, θᾶττον παραγίνεται καὶ ἧττον ὑπὸ σκωλήκων κατεσθίεται. ὅλως δὲ πᾶν ἐν σκίλλῃ φυτευόμενον εὐβλαστὲς καὶ θᾶττον αὐξάνεται. ὅσα δὲ ἐκ τοῦ στελέχους καὶ διακοπτόμενα φυτεύεται, κάτω τρέποντα τὴν τομὴν δεῖ φυτεύειν, διακόπτειν δὲ μὴ ἐλάττω σπιθαμιαίων, ὥσπερ ἐλέχθη, καὶ τὸν φλοιὸν προσεῖναι· φύεται δ᾿ ἐκ τῶν τοιούτων ἔρνη· βλαστανόντων δ᾿ ἀεὶ προσχωννύειν, ἄχρι οὗ ἂν γένηται ἄρτιον· αὕτη μὲν οὖν τῆς ἐλάας ἰδία καὶ τοῦ μυρρίνου, αἱ δ᾿ ἄλλαι κοινότεραι πᾶσιν.