Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἄ τοπον δ᾿ ἂν δόξειε μᾶλλον εἰ ἐν τοῖς ζώοις αἱ τοιαῦται μεταβολαὶ φυσικαὶ καὶ πλείους· καὶ γὰρ κατὰ τὰς ὥρας ἔνια δοκεῖ μεταβάλλειν, ὥσπερ ὁ ἱέραξ καὶ ἔποψ καὶ ἄλλα τῶν ὁμοίων ὀρνέων. καὶ κατὰ τὰς τῶν τόπων ἀλλοιώσεις, ὥσπερ ὁ ὕδρος εἰς ἔχιν ξηραινομένων τῶν λιβάδων. [*](¹ νύκτα I conj.; νυκτὶ MSS.) [*](² ἐν βολίτῳ conj. Milas. on Geop. 3. 27; ἔμβολον UMV Ald. cf. C.P. 5 6. 11; Col. 2. 10. 15; Plin. 18. 198.) [*](3 cf. C.P. 5. 6. 11; Geop 2. 3. 6.) [*](⁴ ἀλυπίαν conj. Sch.; δι᾿ ἀλυπίας M; δι᾿ ἀλυπίαν Ald).
V. Ἐπεὶ δὲ καὶ αἱ ἐργασίαι καὶ αἱ θεραπεῖαι μεγάλα συμβάλλονται, καὶ ἔτι πρότερον αἱ φυτεῖαι καὶ ποιοῦσι μεγάλας διαφοράς, λεκτέον καὶ περὶ τούτων.
Καὶ πρῶτον περὶ τῶν φυτειῶν. αἱ μὲν οὖν ὧραι πρότερον εἴρηνται καθ᾿ ἃς δεῖ. τὰ δὲ φυτὰ λαμβάνειν κελεύουσιν ὡς κάλλιστα καὶ ἐξ ὁμοίας γῆς εἰς ἣν μέλλεις φυτεύειν, ἢ χειρονος· τοὺς δὲ γυροὺς προορύττειν ὡς πλείστου χρόνου καὶ βαθυτέρους αἰεὶ καὶ τοῖς ἐπιπολαιορριζοτέροις.
[*](¹ i. e. in the instance given the development of an insect exhibits, not one, but a series of changes from one creature to another.)[*](² Whereas the metamorphoses mentioned above are inde- pendent of climatic conditions.)[*](3 δε conj. W.; τε Ald.)[*](4 κάλλιστα conj. W., cf. C.P. 3. 24. 1; τάχιστα MV Ald.; τὰ χίστα U.)Λέγουσι δέ τινες ὡς οὐδεμία κατωτέρω διικνεῖται τριῶν ἡμιποδίων· δι᾿ ὃ καὶ ἐπιτιμῶσι τοῖς ἐν μείζονι βάθει φυτεύουσιν· οὐκ ἐοίκασι δὲ ὀρθῶς λέγειν ἐπὶ πολλῶν· ἀλλ᾿ ἐὰν ἡ χώματος ἐπιλάβηται βαθέος ἢ καὶ χώρας τοιαύτης ἢ καὶ τόπου, πολλῷ μακροτέραν ὠθεῖ τὸ τῇ φύσει βαθύρριζον. πεύκην δέ τις ἔφη μεταφυτεύων μεμοχλευμένην μείζω τὴν ῥίζαν ἔχειν ὀκτάπηχυν καίπερ οὐχ ὅλης ἐξαιρεθείσης ἀλλ᾿ ἀπορραγεισης.