De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἶρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβεσθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ᾿ ἐξαιροῦσιν, ὅπως μὴ πολὺ ἐκπίνωσιν.

Πρὸς ἕκατον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. εἰς δὲ τὸ ῥόδινον σχοῖνον ἀσπάλαθον κάλαμον. ἡ δ᾿ ἀναφύρασις ὁμοίως. καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. τῷ ῥοδίνῳ δ᾿ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτ᾿ ἴδιον παρὰν τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι.

Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ [*](¹ Dry measure: the equivalents given are, of course, only approximate.) [*](² τὸ βέλτιον ἴρινον W. after Sch.; τὸ βέλτιον τὸ ἴρινον vulg. The article must be omitted in one place or the other.) [*](κύπρος, called from a tree of that name: not mentioned in H.P. cf. Plin. 12. 119.) [*](4 cf. H.P. 9.7. 2 and 3. 5 cf. H.P. 9.7. 3.)

350
τοῦ ῥοδίνου· πλὴν ἀλλ᾿ ἐάν τις μὴ ταχέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραινομένη. παραπλησία δ᾿ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρόν, εἶτ᾿ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι, καθάπερ καὶ ἐπὶ τῆς κύπρου.

VI. Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν ἀπ᾿ ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ᾿ ἀπὸ ῥίζης τὰ δ᾿ ἀπὸ ξύλων τὰ δ᾿ ἀπὸ καρποῦ τὰ δ᾿ ἀπὸ δακρύων. μικτὰ δὲ πάνθ᾿ ὡς εἰπεῖν. ἀπ᾿ ἀνθῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. καὶ τὸ σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σισύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς τούτοις τὸ κρόκινον· βέλτιστος δ᾿ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ οἰνάνθινον· αὕτη δ᾿ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοδμον.