De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον, τοῦτο γὰρ δεκτικώτατον· τὸ δὲ ἀμυγδάλινον παρακμάζει ταχὺ καὶ ὀλιγοχρονιώτατον διὰ τὴν ἐναντίαν αἰτίαν· τὸ γὰρ ἥκιστα δεξάμενον τάχιστα μεθίησι. τοῦ ῥοδίνου δὲ μάλιστα δεκτικὸν τὸ [*](¹ I have bracketed καὶ.) [*](2—2 This passage is omitted, apparently by accident, in both W.’s texts, though represented in his Latin version. I)

346
σησάμινον διὰ τὴν λιπαρότητα· πυρούμενον δὲ ἐξόζει σησάμου καθάπερ ἀναλυόμενον. αἱ μὲν οὖν τῶν ἐλαίων φύσεις καὶ δυνάμεις τοιαῦται.

V. Τὰ δ᾿ ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ δηκτικά. τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθάπερ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἶρις σμύρνα λιβανωτός, ὡς δ᾿ ἀπλῶς εἰπεῖν καὶ τὰ μύρα. κοινόταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερμαντικόν, ἃ δὴ καὶ ἐργάζονται.

Ὑποστύφονται μὲν οὖν πάντα πυρούμενα, τὰς δ᾿ ὀσμὰς τὰς κυρίας ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. καὶ ἔοικεν ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. πάντων δὲ ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ τῷ πυρὶ χρωμένων· τοῦτο δέ, ὅτι μαλακὴν εἶναι δεῖ τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτ᾿ ἂν τῇ φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἄν ὄζοι.

Ποιεῖ δ᾿ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἡ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οὔνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧττον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον, καθάπερ ἶρις κοπεῖσα.

348
λαμβάνοντος γὰρ τοῦ ἀμφορέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράσῃ λείπειν ὅσον δύο χόας, τοῖς δὲ πολλοῖς ἔλαττον.