De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

XI. Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς, ἐὰν ἡρμοσμέναι τυγχάνωσιν, ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχύν, αἱ δ᾿ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι, καθάπερ καὶ ἐπὶ τῶν οἴνων. καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονήν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπ᾿ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.

Συμβαίνειν δὲ τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμπίπτει γὰρ ἄμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μαλακότητι θατέρου 〈καὶ τῇ εὐοσμίᾳ θατέρου〉. πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι λέγουσι καὶ ἴσασι μίξεις. ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔλογον συμβαίνειν, καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμβάνῃ τὰς ἁρμοττούσας μίξεις. τοῦτο μὲν οὖν ἴδιον τοῦ ῥοδίνου.

Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα, τί δή ποτε [*](¹ Quoted by Athen. 1. 58. 2 cf. 48.) [*](3 This sentence must be defective: as it stands, the effect of only one wine is given, though the effect is said to be)

374
ἀπὸ τοῦ καρποῦ τῆς χειρὸς ἥδιστα φαίνεται, διὸ καὶ οἱ μυροπῶλαι τοῦτο μυρίζουσι τὸ μέρος. τὴν δ᾿ αἰτίαν ἐκ τοῦ ἐναντίου ληπτέον, ὅτι τὸ θερμὸν ἐξίστησι καὶ ἀλλοιοῖ· ταχεῖα δ᾿ ἤδη ἡ αἴσθησις τοῖς μύροις ἀναμιγνυμένοις τῷ χρωτί.