De odoribus
Theophrastus
Theophrastus, Concerning Odours, Hort, Harvard, 1927
Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων, ὥστε προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν. ἔνιοι δ᾿ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους. [*](¹ cf. 57, 58. σύνθετος ὀσμή or σύνθεσις seems to mean a kind of pot-pourri, which was from time to time renewed with fresh rose-petals. Sch. understands σύνθεσις to mean ‘clothes in a wardrobe’ (cf. Lat. synthesis), but it must surely have the same meaning here as σύνθετος ὀσμή: Sch. ’s citation from 57 does not seem to prove his point, and μένουσι πολὺν χρόνον αἱ συνθέσεις in 58 is conclusive against him. cf. also 69.)
Ἡ δ᾿ αἰτία φανερὰ διὰ τῶν προειρημένων, εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. τὰ μὲν γὰρ ἄλλ᾿ ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιούτων συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δ᾿ ὀπῶν· τοῦτο δὲ καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. οἱ γὰρ δὴ πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμένης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ τὸ δὲ πέψαι ἢ ἀφελεῖν.
Πρὸς ἅπαντα δὲ ἡ θερμότης χρήσιμον, καὶ εἰς ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς τὸ πέττειν καὶ διανοίγειν τοὺς πόρους, εἰς συμβάλλεται τὸ ἐν τῷ ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι καὶ διαθερμαίνουσιν οἱ ἅλες. ἡ δ᾿ εὐοσμία καὶ ὁρμήν τινα ποιεῖ πρὸς τὴν κίνησιν. ἀγαθὸν δὲ καὶ δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς τοὺς ἐντὸς πόρους· ὡς δέ τινές φασιν, οὐχ ἧττον ἡ κύπρος ἔτι τούτου· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ [*](¹ cf. 52. ² δὲ ins. W.) [*](² i.e. the case is so far analogous to that of rose-perfume; but the comparison does not hold as to what follows.)