Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀγκύριον πόλιϲ Ἰταλίαϲ. δύναται ὁ πολίτηϲ Ἀγκύριοϲ ὡϲ Βυζάντιοϲ ἢ Ἀγκυριεύϲ ὡϲ Κιτιεύϲ, Δουλιχιεύϲ, Ϲιγριεύϲ, Ϲουνιεύϲ. ἀλλ᾿ ἄμεινον διὰ τὸ τῆϲ χώραϲ ἔθοϲ Ἀγκυριανόϲ ὡϲ Ἀδριανόϲ, εἰ μὴ ὡϲ παρὰ τὸ Ῥήγιον Ῥηγῖνοϲ, Μεταπόντιον Μεταποντῖνοϲ. Ἰταλοὶ γὰρ μάλιϲτα τούτῳ φιληδοῦϲι τῷ τύπῳ.

Ἀγκών πόλιϲ Πικεντίνων. τὸ ἐθνικὸν Ἀγκώνιοϲ ὡϲ Ἀντρώνιοϲ ὄνοϲ ἡ παροιμία, Καλυδώνιοϲ. λέγεται δὲ καὶ Ἀγκωνίτηϲ ὡϲ Ἀρτεμίδωροϲ.

Ἀγνοῦϲ δῆμοϲ. ὁ δημότηϲ Ἀγνούϲιοϲ ὡϲ Ῥαμνούϲιοϲ. ἀπὸ γενικῆϲ προϲόδῳ τοῦ ι τοῦ τ φυλαϲϲομένου, ὡϲ ἐν τῷ Ϲελινούντιοϲ, Ὀπούντιοϲ, Ἱεριχούντιοϲ, τρεπομένου δὲ εἰϲ ϲ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἀλιμούϲιοϲ, Φηγούϲιοϲ. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦϲι. παῤ αὐτοῖϲ γὰρ οὐ λέγεται Ἀγνόειϲ ἢ Φηγόειϲ ἢ Μυρρινόειϲ. ὅθεν οὐδὲ διὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ, ἀλλὰ διὰ τοῦ ϲ μετὰ τῆϲ ὑφέϲεωϲ τοῦ ν. τὸ δὲ Ϲιμοῦϲ Ϲιμόειϲ διαιρεῖται καὶ Ὀποῦϲ Ὀπόειϲ. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρειϲθαι κυριώτερα καθέϲτηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ. οὐ γὰρ Ἀττικὰ ταῦτα.

Ἀδρανόν πόλιϲ Ϲικελίαϲ. λέγεται καὶ ἀρϲενικῶϲ. ὁ πολίτηϲ Ἀδράνιοϲ. Ἀπολλόδωροϲ δὲ Ἀδρανίταϲ φηϲὶ τὸ ἐθνικόν.

877

Αἰγίλιψ. τὸ ἐθνικὸν Αἰγιλίπιοϲ ὡϲ Κίνυφοϲ Κινύφιοϲ, Ἄραβοϲ Ἀράβιοϲ, Φρυγόϲ Φρύγιοϲ καὶ τῶν ὁμοίων.

Αἴγυπτοϲ. τὸ ἐθνικὸν Αἰγύπτιοϲ. ὡϲ ἔχει τὸ ἰαμβεῖον «δεινοὶ πλέκειν τοι μηχανὰϲ Αἰγύπτιοι».

Ἀκέληϲ, Ἀκέλητοϲ πόλιϲ Λυδίαϲ. οἱ πολῖται Ἀκέλητεϲ. Ἥρωδιανὸϲ δ᾿ Ἀκελήϲιόϲ φηϲιν ὡϲ Μενδήϲιοϲ.

Ἀκυληΐα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ἀκυλήϊοϲ ὡϲ Μεϲϲαπία Μεϲϲάπιοϲ, Λευτερνία Λευτέρνιοϲ καὶ Λυκία Λύκιοϲ. λέγεται καὶ Ἀκυλεήϲιοϲ Ἰταλικῷ τύπῳ.

Ἀμάρυνθοϲ νῆϲοϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Ἀμαρύνθιοϲ καὶ Ἀμαρύϲιοϲ ὡϲ Τρικορύϲιοϲ. οὕτω γὰρ Παυϲανίαϲ ἐν πρώτῃ (31, 5). ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ϲ.

Ἄμφρυϲοϲ πόλιϲ Φωκίδοϲ. τὸ ἐθνικὸν Ἀμφρύϲιοϲ, ὡϲ Λυκόφρων (v. 900) «Ἀμφρυϲίων ϲκηπτοῦχον Εὐρυαμπίων». ἔϲτι καὶ Ἀμφρυϲεύϲ.

Ἀναγυροῦϲ δῆμοϲ. ὁ δημότηϲ Ἀναγυρουντόθεν· λέγεται καὶ Ἀναγυράϲιοϲ. ἐζήτηται δὲ πῶϲ ἔχει τὸ α, ἔδει γὰρ ὡϲ Ῥαμνούϲιοϲ. ἀλλ᾿ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ ϲυντόξει τοῦ α.

Ἀπαιϲόϲ. Παῖϲοϲ πόλιϲ τῆϲ Δαυνίαϲ, ἧϲ τὸ ἐθνικὸν Παίϲιοϲ ὡϲ Ῥωϲοῦ Ῥώϲιοϲ ἢ ὅπερ ἄμεινον Παιϲῖνοϲ, διὰ τοῦ ι καὶ προπεριϲπωμένωϲ τῷ ἔθει τῆϲ χώραϲ. τῆϲ δὲ Ἀπαιϲόϲ πόλεωϲ κατὰ τὴν Τρωάδα Ἀπαιϲηνόϲ.

Ἀρία Περϲικὴ χώρα ὡϲ Ἑλλάνικοϲ. τὸ ἐθνικὸν Ἄριοι, ὡϲ αὐτόϲ φηϲι, καὶ Ἀλριεύϲ.

Ἀρμενία χώρα. οἱ οἰκήτορεϲ Ἀρμένιοι ὡϲ Εὔδοξοϲ πρώτῃ γῆϲ περιόδου «Ἀρμένιοι δὲ τὸ μὲν γένοϲ ἐκ Φρυγίαϲ καὶ τῇ φωνῇ πολλὰ φρυγίζουϲι. παρέχονται δὲ λίθον τὴν γλύφουϲαν καὶ τρυπῶϲαν τὰϲ ϲφραγῖδαϲ». καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι.

Ἄϲβωτοϲ πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Ἀϲβώτιοϲ. Εὐφορίων Θρᾳκί

  • τὸν μὲν ἄῤ ἐκ φλοίϲβου Ἀϲβώτιοι ὦκα φέροντεϲ
  • ὑϲτάτιον ῥώϲαντο κονιϲαλέῃϲιν ἐθείραιϲ
  • ἵπποι καλὰ νάουϲαν ἐπορνύμενοι Φυϲάδειαν.
  • περὶ τῶν ἵππων Ἀμφιαράου.

    Ἄϲπενδοϲ. ὁ πολίτηϲ Ἀϲπένδιοϲ. Θεόπομποϲ τετάρτη Ἑλληνικῶν «ἀποτυχὼν δὲ τῶν Ἀϲπενδίων».

    Ἀϲϲηϲόϲ πόλιϲ Μιληϲίαϲ γῆϲ. ὁ οἰκήτωρ Ἀϲϲήϲιοϲ. καὶ Ἀϲϲηϲία Ἀθηνᾶ παῤ Ἡροδότῳ (Ι 19).

    Αὐενιών πόλιϲ Μαϲϲαλίαϲ. τὸ ἐθνικὸν Αὐενιωνήϲιοϲ τῷ ἐπιχωρίῳ καὶ Αὐενιωνίτηϲ τῷ Ἕλληνι τύπῳ.

    Αὐϲών ὁ Ἰταλόϲ — καὶ Αὐϲόνιοϲ καὶ Αὐϲονία ἡ χώρα, ἀφ᾿ οὗ Αὐϲονιεύϲ. καὶ Αὐϲόνειοϲ, Λυκόφρων (1047) «ὁ δ᾿ Αὐϲονείων [*](1. 3 versus Aeschyli ap schol. Arist. Nub. 1129 l. 16 ct. Φλιοῦϲ.)

    878
    ἄγχι Κάλχαντοϲ τόπων». καὶ Αὐϲονίτηϲ, ὁ αὐτόϲ (593) «παῤ Αὐϲονίτην Φύλαμον δομήϲεται». καὶ Αὐϲονῖτιϲ θηλυκὸν καὶ Αλὐϲόνιοϲ κτητικόν.

    Ἀχραδοῦϲ δῆμοϲ. ὁ δημότηϲ Ἀχραδούϲιοϲ. Ἀριϲτοφάνηϲ Ἐκκληϲιαζούϲαιϲ (361) «νῦν μὲν γὰρ οὗτοϲ βεβαλάνωκε τὴν θύραν, ὅϲτιϲ πότ᾿ ἐϲτ᾿  ἄνθρωποϲ Ἀχραδούϲιοϲ», ἀντὶ τοῦ Ἀχερδούϲιοϲ.