Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Νακόνη πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Νακοναῖοϲ. Φίλιϲτοϲ ἕκτῳ Ϲικελικῶν.

Νεῖλοϲ πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν τῆϲ πόλεωϲ Νειλοπολίτηϲ. εἰ δὲ ἡ πόλιϲ μόνη κέκληται, ὀφείλει ἕπεϲθαι τῷ κτητικῷ τοῦ ποταμοῦ Ννειλαῖοϲ, ὡϲ Ἀπολλώνιόϲ φηϲιν «ὅϲα γὰρ τῶν κτητικῶν παράγεται διὰ τοῦ ι ἢ παρὰ τὴν γενικὴν τοῦ πρωτοτύπου ἢ τὴν εὐθεῖαν, ταῦτα μόνον διὰ τοῦ ι ἐκφέρεται, Ποϲειδώνιοϲ, Ἑλικώνιοϲ, Ϲάκιοϲ. τὰ δὲ φύϲει μακρᾷ ἢ διφθόγγῳ παραληγόμενα οὐδέποτε τὸ προκείμενον ϲχῆμα ἀποτελεῖ. οὐδὲ γὰρ τὸ κηπαῖοϲ καὶ Νηλαῖοϲ ἐθνικὸν αὐτὸ ἀναλόγωϲ παραλαμβάνει».

Νίψα πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Νιψαῖοϲ. Ἡρόδοτοϲ τετάρτῃ (c. 93).

Νόαι πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Νοαῖοϲ. ὁ τύποϲ γὰρ οὐκ ἀήθηϲ αὐτοῖϲ. Ἀπολλόδωροϲ δευτέρῳ χρονικῶν.

Νώνυμνα πόλιϲ Ϲικελίαϲ. ὁ πολίτηϲ Νωνυμναῖοϲ ὡϲ Φίλιϲτοϲ.

Ξιφήνη χώρα Παλαιϲτίνηϲ. Ἰώϲηποϲ ἕκτῳ Ἰουδαϊκῆϲ ἱϲτορίαϲ (c. 13) τὸ ἐθνικὸν Ξιφηναῖόϲ φηϲι.

Οἰνώνη νῆϲοϲ τῶν Αἰακιδῶν. οἱ οἰκήτορεϲ Οἰνωναῖοι, ὡϲ Παρθένιοϲ Ἡρακλεῖ.

Οἴτη ὄροϲ περὶ Τραχῖνα. οἱ οἰκοῦντεϲ Οἰταῖοι. Ϲοφοκλῆϲ (Philoct 453)  ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρόϲ».

Ϲκέμψα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ϲκεμψαῖοϲ καὶ «Ϲκέμψιοι, Δαυνιοτειχῖται».

Ϲκίθαι πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Ϲκιθαῖοϲ, ὥϲ φηϲι Θεόπομποϲ.

Ϲτῆλαι πόλιϲ Κρήτηϲ. τὸ ἐθνικὸν Ϲτηλαῖοϲ ὡϲ Λάμπη Λαμπαῖοϲ. ἀλλὰ καὶ Ϲτηλίτηϲ ὡϲ παρὰ τὸ ἄγαλμα ἢ τὸν λίθον, ἀφ’ οὐ τὸ ϲτηλιτεύω.

Ϲτράμβαι πόλιϲ Θρᾴκηϲ. τὸ ἐθνικὸν «Ϲταγειρῖται, Ϲτραμβαῖοι».

[*](1.1 Men. Πειϲάνδρῳ? l. 19 cf. Philol. XXII p. 344.)
876

Ϲυκαί. ὁ πολίτηϲ ὤφειλε Ϲυκαῖοϲ. ἔϲτι δὲ νῦν Ϲυκαΐτηϲ, ὅπερ ἐϲτὶν ἀπὸ τῆϲ Ϲυκαῖοϲ ὡϲ Θηβαῖοϲ Θηβαΐτηϲ.

Τραγαϲαί χωρίον ἐν ἠπείρῳ. ὁ οἰκήτωρ Τραγαϲαῖοϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι (v. 853).

Τυρόδιζα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖοϲ ὡϲ Γαζαῖοϲ. νῦν δὲ Τυροδιζηνοί λέγονται ὡϲ Κρατερὸϲ ἐν θ΄ περὶ ψηφιϲμάτων.

Φαλάκραι ἄκρα τῆϲ Ἴδηϲ. ὁ ἐκ τόπου Φαλακραῖοϲ. Λυκόφρων (1170) «ϲτερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον» καὶ θηλυκῶϲ «Φαλακραῖοι κόραι» (Lycophr. 24) καὶ οὐδέτερον.

Φιδήνη πόλιϲ Ἀλβανῶν. τὸ ἐθνικὸν Φιδηναῖοϲ. ἔοικε καὶ Φίδηνα λέγεϲθαι ὡϲ Ῥάβεννα καὶ Φιδηνάτηϲ ὡϲ Ῥαβεννάτηϲ· οὕτω γὰρ Χάραξ ιβ΄ κέχρηται Φιδηνάτηϲ.

Χάλαϲτρα πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Χαλαϲτραῖοϲ. Λυκόφρων (1441) «Θεϲπρωτὸϲ ἄμφω καὶ Χαλαϲτραῖοϲ λέων».

Χάραδρα πόλιϲ Φωκίδοϲ. τὸ ἐθνικὸν Χαραδραῖοϲ. ἐπάγει γὰρ Χαραδραίοιϲ (Pausan. X 33, 3).

Περὶ τῶν εἰϲ ιοϲ.

Ἀγηϲϲόϲ πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ἀγήϲϲιοϲ ὡϲ Ἀϲϲήϲιοϲ Ταρτήϲϲιοϲ. ἢ Ἀγαϲϲίτηϲ ὡϲ Ὀδηϲϲίτηϲ διὰ τὸ ὁμοεθνέϲ.