Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

E. M. 476, 46: τὸ θοῦριϲ παρὰ τὸ θοῦροϲ γίνεται.

Arc. 34, 5: τὰ εἰϲ ριϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ α, εἰ εἴη ὡϲ ὑποκοριϲτικὰ ἢ πατρωνυμικά, ὀξύνεται, Μεγαρίϲ, βλεφαρίϲ, θεαρίϲ ἡ θεωρίϲ.

Arc. 34, 22: τὰ εἰϲ ϲιϲ παρώνυμα χαίρει τῇ ὀξείᾳ Χρύϲηϲ Χρυϲίϲ, νῆϲοϲ νηϲίϲ. ϲεϲημείωται τὸ ἄϲιϲ ὁ ῥύποϲ ἀπὸ τοῦ ἄϲη γεγονόϲ.

Arc. 35, 24: τὰ εἰϲ ιϲ θηλυκὰ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα πρὸ μιᾶϲ ἔχει τὸν τόνον ὁ κυνηγέτηϲ ἡ κυνηγέτιϲ, ὁ δεϲπότηϲ ἡ δεϲπότιϲ, ὁ πολίτηϲ ἡ πολῖτιϲ χωρὶϲ τῶν ἀπὸ τῆϲ κοίτηϲ καὶ πωλῶ. ταῦτα γὰρ προπαροξύνεται ἄκοιτιϲ, παράκοιτιϲ, ἀρτόπωλιϲ, λαχανόπωλιϲ. τὸ Ϲκυθίϲ δὲ διϲυλλαβοῦν ὀξύνεται ὡϲ τὸ Περϲίϲ.

Περὶ τῶν εἰϲ οϲ.

Arc. 38, 14: τὸ γόαοϲ ἐκ τοῦ γόηϲ γέγονε.

E. M. 75, 23: πολὺϲ ὁ τοιοῦτοϲ χαρακτὴρ sc. in διοϲ: παυρίδιοϲ, νυμφίδιοϲ Arc. 39, 19.

853

Arc. 40, 5: ὅϲα ἀπὸ τῶν εἰϲ ξ ἢ ρ γίνεται διὰ τοῦ ῑ βραχέοϲ, προπαροξύνεται, Θρηΐκιοϲ, Κιλίκιοϲ, Φαιάκιοϲ, μακάριοϲ, ϲωτήριοϲ.

Arc. 40, 11: τὰ διὰ τοῦ ιοϲ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνεται θαλάϲϲιοϲ, ἐντόπιοϲ, ἐνδάπιοϲ. τὸ δὲ χλωριόϲ ὀξύνεται καὶ θαλαμιόϲ ὁ κωπηλάτηϲ.

Arc. 40, 14: τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιοϲ προπαροξύνεται ϲυνεϲταλμένου τοῦ ῑ, πολέμιοϲ, ποτάμιοϲ, μίϲθιοϲ, ῥύθμιοϲ, δέϲμιοϲ. Φρυγίοϲ δὲ τὸ κύριον παροξύνεται.

Arc. 42, 28: πᾶν εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτόνου θηλυκοῦ γένοιτο, προπεριϲπᾶται, ἀρχή ἀρχαῖοϲ, ἀλκή ἀλκαῖοϲ, κορυφή κορυφαῖοϲ.

Il. Pr. Λ 301: τὰ ἀπὸ τῶν εἰϲ α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα Μουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ, Ἀϲαῖοϲ. παρὰ γὰρ τὸ αἶϲα γέγονεν καὶ ἐξέϲτη πρότερον τὸ ῑ· οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξύτονον. πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο.

Theogn. 52, 22, E. M. 7, 42 et 198, 54: τὰ ἀπὸ τῶν εἰϲ α ἢ η ἢ εἰϲ οϲ παραγόμενα προπεριϲπᾶται ὥρα ὡραῖοϲ, θύρα θυραῖοϲ, Πέλλα Πελλαῖοϲ, ὕλη ὑλαῖοϲ, πύλη πυλαῖοϲ, ἀγέλη ἀγελαῖοϲ τὸ δὲ Ἀγέλαιοϲ κύριον προπαροξύνεται δρόμοϲ δρομαῖοϲ. τὸ δὲ φύλαιοϲ καὶ δείλαιοϲ προπαροξύνονται καὶ τὸ δίκαιοϲ δὲ καὶ βίαιοϲ προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ῑ ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεϲθαι θέλει.

Arc. 44, 3: τὰ παρώνυμα παρ’ οὐδετέρων γινόμενα ὀξύνεται, γῆραϲ γηραιόϲ, κράτοϲ κραταιόϲ, (E. Μ. 539, 18) εἰ μὴ ἔχοι κτητικὴν ϲημαϲίαν ὡϲ τὸ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. Choer. Οrth. 174, 27, Arc. 44, 15, Steph. Byz : τὰ διὰ τοῦ ειοϲ κτητικὰ προπαροξύνεται, θήρειοϲ, μήλειοϲ, χήνειοϲ, κήλειοϲ ὁ καυϲτικόϲ, ἄρνειοϲ, ἀνθρώπειοϲ τὰ δὲ τοπικὴν ἔννοιαν ἔχοντα προπεριϲπᾶτϲι οἰκεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ.

Il. Pr. Β 269, Choer. Orth. 173, 26: τὰ εἰϲ ειοδ ἐν τῇ πρὺτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, Καδμεῖοϲ, Βακχεῖοϲ.

Il. Pr. Φ 471: τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα διὰ τῆϲ ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ οἷον ἕλοϲ ἕλειοϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α. τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλαξάμην δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεϲθαι ἡ παραγωγὴ πελάγιοϲ, ἄγιοϲ, Θάλπιοϲ.

Steph. Byz. 325, 1 coll. Arc. 51, 8; 71, 9; 67, 15 65, 1 et [*](1. 4 pro χλωριόϲ supra Ϲath. p. 119, 25 χαραδριόϲ scriptum est. l. 6 pro Φρυγίοϲ Cath. p. 119, 31 Κλυτίοϲ sϲriptum est.)

854
Il. Pr. Β 847 et 672: ἀπὸ τῆϲ Ἴβηροϲ γενικῆϲ βηροϲ εὐθεῖα ὡϲ τῆϲ φύλακοϲ ὁ Φύλακοϲ «αὐτὸϲ Ἴβηροϲ τραγοπώγων » (Com.  ed. Mein. II 78) ἐν Μαλθακοῖϲ Κρατίνου. καὶ Ἀπολλώνιοϲ μὲν ἐν τοῖϲ παρωνύμοιϲ φηϲίν · « ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ ὁμοίωϲ τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι καὶ ἢ ἐν ἁπλῷ ϲχήματι ἢ ἐν ϲυνθέτῳ ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυροϲ ὁ μάρτυροϲ, Χάροψ Χάροποϲ ὁ Χάροποϲ Χαρόποιό τ’ ἄνακτοϲ (Β 672), Τροίζην Τροίζηνοϲ ὁ Τροίζηνοϲ «υἱὸϲ Tροιζήνοιο (Β 847),  Ἴβnρ Ἴβηροϲ ὁ Ἴβηροϲ ». τὸ αὐτὸ καὶ Ἄβρων ἐν παρωνύμοιϲ φηϲίν ἀλλὰ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα κατὰ τὸν τόνον ϲυνομοιοῦται τῷ χαρακτῆρι τῆϲ εὐθείαϲ. τὸ γὰρ φυλακόϲ προϲηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰϲ ακοϲ ὑπερδιϲυλλάβων προϲηγορικῶν, τὸ δὲ μάρτυροϲ ἠκολούθηϲε τῷ ἄργcροϲ, τὸ δὲ Ἴβηροϲ τῷ Ὅμηροϲ, ϲίδηροϲ, τὸ Χάροποϲ τῷ Ἄροποϲ, Ἀϲτέροποϲ. τὸ δὲ Τροίζηνοϲ ἀπὸ Τροιζήν ὀξυτόνου εἰϲ ἰδιότητα βαρύνεται ὡϲ καὶ τὸ Φύλακοϲ κύριον.

Il. Pr. Ο 705 ὠκυάλου: ἐψίλωϲαν τὸ α παραγωγὴν δεξάμενοι καὶ οὐ ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἰδίον τηρεῖ πνεῦμα, ἀμφίἁλοϲ, ἀγχίἁλοϲ, ὕφαλοϲ, ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται ψιλούμενον. Arc. 57, 21: τὸ ἕωλοϲ ὁ χθεϲινὸϲ προπαροξύνεται ὡϲ παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.

Il. Pr. 228: τὸ φωριαμόϲ τὸ κιβώτιον ἢ παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάϲϲειν παρῆκται. ἔϲτι φωραμόϲ καὶ. πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ.

E. M. 261, 40: δεῖμοϲ ὁ φόβοϲ· ὥϲπερ ἀπὸ τοῦ ἄνθοϲ γίνεται ἄνθιμοϲ καὶ ἀπὸ τοῦ κῦδοϲ κύδιμοϲ, οὕτω καὶ ἀπὸ τοῦ δέοϲ δέϊμοϲ καὶ δεῖμοϲ ὁ δέοϲ ἐμποιῶν, ὄνομα πρέπον Ἄρεοϲ παιδί. μηρὸϲ « Δεῖμόϲ τε Φόβοϲ τε (Λ 37).

Ε. Orion. 89, 4: ὄρχαμοϲ παρὰ τὴν ἀρχὴν ἄρχαμοϲ καὶ ὄρχαμοϲ.