Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀλλαρία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ, τὸ ἐθνικὸν Ἀλλαριάτηκλέουϲ ὡϲ αὐτόϲ φηϲιν.

Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. τὸ ἐθνικὸν Ἀμφιγενειάτηϲ διὰ τὸν Πελοποννήϲιον χαρακτῆρα ἢ καὶ Ἀμφιγενεύϲ.

Βοιαί Κρήτηϲ πόλιϲ. ὁ πολίτηϲ Βοιάτηϲ ὡϲ Καρύαι Καρυάτηϲ, Πιτάναι Πιτανάτηϲ, Θαλάμαι Θαλαμάτηϲ. λέγεται καὶ Βοιαῖοϲ ὡϲ φορὸκλέουϲ. Ἡρωδιανὸϲ δὲ Βοιίτηϲ φηϲίν, ἴϲωϲ παρὰ τὸ Βοιόν ὡϲ λίκνον λικνίτηϲ.

Βρέα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν ἔδει Βρεάτηϲ. ἔϲτι δὲ Βρεαῖοϲ παρὰ τῷ Θεοπόμπῳ εἰκοϲτῷ τρίτῳ.

Γαθεαί πόλιϲ Ἀρκαδίαϲ, ἧϲ οἱ πολῖται Γαθεᾶται.· Παυϲανίαϲ ὀγδόῳ (34, 6) «Γαθεάτᾳ τῆϲ Κρωμίτιδοϲ χώραϲ».

Γερόνθραι πόλιϲ Λακωνικῆϲ. ὁ πολίτηϲ Γερανθράτηϲ, ὡϲ Παυϲανίαϲ.

Ζέλεια· τὸ ἐθνικὸν Ζελείτηϲ. Ἡρωδιανὸϲ δὲ Ζελειατῶν. ἔϲτι γὰρ Ζελειάτηϲ καὶ Ζελείτηϲ.

Ἰάμνια πολίχνιον Φοινίκηϲ. τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτηϲ. ἔϲτι δὲ καὶ Ἰαμνίτηϲ καθ᾿ ὕφεϲιν τοῦ α. τὰ γοῦν καθ᾿ ὕφεϲιν τοῦ α διὰ διφθόγγου ἐϲτὶ πλὴν τοῦ Ἰαμνίτηϲ καὶ τοῦ Δαυνίτηϲ.

Ἱππώνιον πόλιϲ Βρεττίων. τὸ ἐθνικὸν Ἱππωνιάτηϲ. τοῦτο δὲ τὸ ἐθνικὸν ὡϲ ἀπὸ τοῦ Ἱππωνία. ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώνιοϲ ἢ Ἱππωνιεύϲ.

Κραναή νῆϲοϲ Λακωνική. οὕτωϲ ἐκαλεῖτο καὶ ἡ Ἀττική. τὸ ἐθνικόν, εἰ μὲν τῆϲ Λακωνικῆϲ, Κραναάτηϲ ὡϲ Καρυάτηϲ, εἰ δὲ τῆϲ Ἀττικῆϲ Κραναῖοϲ ὡϲ Ἀθηναῖοϲ.

Κράνεια χωρίον Ἀμβρακιωτῶν. τὸ ἐθνικὸν Κρανειάτηϲ ὡϲ Μαλειάτηϲ, ὥϲ φηϲι Ϲοφοκλῆϲ Λαριϲαίοιϲ.

Μαῖα πόλιϲ Ἑλληϲποντία. τὸ ἐθνικὸν Μαιάτηϲ κατὰ πρόϲθεϲιν τοῦ τηϲ.

[*](1. 21 Meinek. post Γαθεᾶτοι excidisse arbitratur ἔϲτι καὶ ποταμὸϲ Γαθεάτηϲ.)
864

Μόψου ἑϲτία πόλιϲ Κιλικίαϲ. ὁ πολίτηϲ Μοψεάτηϲ κατὰ παραγωγὴν μιᾶϲ τῶν λέξεων.

Οἴνα πόλιϲ Τυρρηνίαϲ. τὸ ἐθνικὸν Οἰνάτηϲ. οὐκ ἀλλότριοϲ γὰρ ὁ τύποϲ.

Ῥάβεννα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ῥαβεννάτηϲ, παρὰ τοῖϲ Ἰταλοῖϲ Ῥαβεννήϲιοϲ.

Ῥεϲινα πόλιϲ περὶ τὸν Ἄβορον ποταμόν. καὶ εἰ μὲν ὡϲ τὸ Αἴγινα τονωθείη, τὸ ἐθνικὸν Ῥεϲινάτηϲ, εἰ δὲ ὡϲ Τερῖνα, Ῥεϲιναῖοϲ. Ῥεϲινάτηϲ δὲ ἄμεινον.

Ῥόβεια Πιερίηϲ. τὸ ἐθνικὸν Ῥοβειάτηϲ καὶ Ῥοβείτηϲ καὶ κατὰ διάλυϲιν Ῥοβεΐτηϲ.

Τύραϲ πόλιϲ καὶ ποταμὸϲ ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔϲτι καὶ Τυρίτηϲ ἀπὸ τοῦ Τύριϲ. ὁ δὲ πολυίϲτωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺϲ δὲ πολίταϲ Τυρανούϲ.

Ὕλη πόλιϲ Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτηϲ. Λυκόφρων (448) «καὶ Ϲέτραχον βλώξαντεϲ Ὑλάτου τε γῆν».

Φύτειον πόλιϲ Ἤλιδοϲ. τὸ ἐθνικὸν Φυτεάτηϲ ὡϲ Γυθεάτηϲ. ὁ γὰρ τύποϲ Ἀρκάϲι ϲυνήθηϲ.