Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
εἴρηται ὅτι ἐπὶ ἐνεϲτώτων [καὶ μελλόντων] τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πληθυντικῶν τῆϲ ἰδίαϲ μετοχῆϲ οἷον οἱ τύπτοντεϲ τῶν τυπτόντων τοῖϲ τύπτουϲι καὶ τύπτουϲιν ἐκεῖνοι. οὕτωϲ οὖν καὶ ἐν τοῖϲ .τιθεῖϲι καὶ τιθεῖϲιν ἐκεῖνοι, καὶ τοῖϲ ἱϲτᾶϲι καὶ ἱϲτᾶϲιν ἐκεῖνοι, καὶ τοῖϲ διδοῦϲι καὶ διδοῦϲιν ἐκεῖνοι, καὶ τοῖϲ ζευγνῦϲι καὶ ζευγνῦϲιν ἐκεῖνοι. ϲεϲημείωται τὸ φαϲί καὶ εἰϲίν, ὅτι τῆϲ μετοχῆϲ βαρυνομένηϲ τὸ ῥῆμα ὠξυτονήθη· ἔϲτι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖϲ φᾶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα φαμέν φατέ φαϲίν ὀξυτόνωϲ· καὶ πάλιν ὁ εἴϲ τοῦ ἔντοϲ τῷ ἔντι τὸν ἔντα ἀντὶ τοῦ ὑπάρχοντα, ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ οὕτωϲ ἔχουϲα «παῖδα ἔντα » ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντεϲ τῶν ἔντων τοῖϲ εἶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα ἐϲμέν ἐϲτέ εἰϲίν ὀξυτόνωϲ.
ἰϲτέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι, οἱ Ἀττικοὶ προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ παραληγούϲηϲ προφέρονται οἷον τιθεῖϲι τιθέαϲι, διδοῦϲι διδόαϲι, ζευγνῦϲι ζευγνύαϲιν ἐπὶ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ οὐδὲν τοιοῦτον ποιοῦϲι διὰ τὴν κακοφωνίαν· ἀπὸ τοῦ ἱϲτᾶϲι γὰρ εἰ ἐποίηϲαν προϲόδῳ τοῦ α ἰϲτάαϲιν, ἀλλεπαλληλία τοῦ α ηὑρίϲκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.
Ἰϲτέον δὲ ὅτι τὸ τιθέαϲι καὶ διδόαϲι καὶ ζευγνύαϲι μακρὸν ἔχουϲι τὸ α, ἐπειδὴ τὰ εἰϲ ι λήγοντα ῥήματα μακρὰ θέλει παραλήγεϲθαι οἷον τετύφαϲι. τούτων οὕτωϲ ἐχόντων, τὸ ἱεῖϲιν ὃ ϲημαίνει τὸ πέμπουϲι γίνεται ἱέαϲι προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ παραληγούϲηϲ, καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ α μακρὸν ἱᾶϲι προπεριϲπωμένωϲ, καὶ ἐν ϲυνθέϲει ἀφιᾶϲιν.
ἰϲτέον δέ, ὁ μὲν Ἡρωδιανὸϲ φηϲίν, ὅτι κυρίωϲ [*](1. 8 de ἐϲμέν et ἐμέν cf. Mon. 23, 32. l. 20 cf. περὶ ῥημάτων fr. l. 30 de «παῖδα ἔντα» v. Ahrens dial. dor. p. 324, qui propter παρέντων, quod apud Alcmanem erat, hoc fortasse eidem Alemani tribuendum conicit.)
ἰϲτέον δὲ ὅτι ὁ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν ἔχει. ἔχει δὲ οὕτωϲ· καθόλου τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ πρὸϲ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰϲοϲυλλαβεῖν θέλει ἢ πλεονοϲυλλαβεῖν· καὶ ἰϲοϲυλλαβεῖν μέν, ὅταν ἄρχηται ἀπὸ ϲυμφώνου οἷον τύπτουϲιν ἔτυπτον, βοῶϲιν ἐβόων, δῆλον ὅτι χωρὶϲ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων, καταγράφουϲι γὰρ πενταϲυλλάβωϲ, καὶ κατέγραφον τετραϲυλλάβωϲ· πλεονοϲυλλαβεῖν δέ, ὅταν ἀπὸ φωνήεντοϲ ἄρχηται, οἷον ἄγουϲιν ἦγον, ἑρμηνεύουϲιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ κατὰ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ, τὸ ἐναντίον ϲυνέβαινεν, ὅπερ ἐϲτὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ ϲυμφώνου ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ μὴ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἷον τιθεῖϲιν ἐτίθεϲαν, διδοῦϲιν ἐδίδοϲαν, ζευγνῦϲιν ἐζεύγνυϲαν· καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντοϲ ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἶον ἱεῖϲι τὸ πέμπουϲιν ἵεϲαν καὶ ἀφίεϲαν ἐν ϲυνθέϲει. τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ, ἵνα φυλαχθῇ ἡ ἀκολουθία Οἷον τιθέαϲιν ἐτίθεϲαν, διδόαϲιν ἐδίδοϲαν, ζευγνύαϲιν ἐζεύγνυϲαν, ὀλλύαϲιν ὤλλυϲαν. ἰδοὺ γὰρ εὑρίϲκεται ἀπὸ ϲυμφώνου ἀρχόμενα τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ ἰϲοϲυλλαβοῦντα τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἀπὸ φωνήεντοϲ ἀρχομένων, δῆλον ὅτι τῶν τρίτων προϲώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡϲ ἡ ἀκολουθία ἀπαιτεῖ.
[*](1. 9 quod contra Choeroboscus dicit in illis accusativis non synaeresin locum habere, sed homophoniam cum nominativis et Apollonius citatur docens diphthongos non dissolvi nisi in eas vocales, ex quibus constarent , neque ει in τιθεῖϲι in εα dissolvi posse, quia ει non ex his contractum sit. Tum Choerob . 862, 22 περὶ γὰρ τῆϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν ὦν παρέθετο ὁ Ἡρωδιανὸϲ εἰρήκαμεν, ὡϲ οὐκ ἐγένετο κατὰ ϲυναίρεϲιν, ἀλλ’ ὁμοφωνία ἐϲτὶ τῆϲ εὐθείαϲ πληθυντικῶν. Sed Herodianus etiam aliam tuendarum distractarum specierum τιθέαϲι διδόαϲι ζευ γνύαϲι rationem iniit.)πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων τρέπων τὴν μι εἰϲ ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν παρατατικὸν ποιεῖ· ἵημι τὸ πέμπω ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν. ἰϲτέον δὲ ὅτι, ὡϲ ὁ Ἡρωδιανὸϲ λέγει, τὸ ἐδίδων ἡ παράδοϲιϲ διὰ τῆϲ ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡϲ ἀπὸ τοῦ διδῶ διδοῖϲ ὥϲπερ χρυϲῶ χρυϲοῖϲ ἐχρύϲουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ϲημαίνει δὲ τὸ ἔπεμπον, διὰ τῆϲ ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὐ τὸ ἐτίθει καὶ ἵει, ὡϲ παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶϲ ἀφίει » · τὸ δὲ « ἦν ἐγώ » ὃ ϲημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί ὃ ϲημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τῆϲ μι εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐπεκτείνεται τὸ ε εἰϲ τὸ η ὥϲπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰϲ ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν, γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ « ἦν ἐγώ » παρὰ Ἀριϲτοφάνει Πλούτῳ (28)