Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

              

  • περὶ τῶν εἰϲ μι.
  • Τῶν εἰϲ μι ληγόντων ἡ πρώτη ϲυζυγία ῥήματα οὐκ ἔχει πολλά. τό τε γὰρ τίθημι ἐϲτὶ καὶ τὸ ἵημι κτλ.

    Ἔϲτι δέ τινα δυνάμενα κατὰ ϲυζυγίαν εἰϲ δευτέραν χωρεῖν ὡϲ τὸ πίπλημι καὶ πίπρημι. καὶ τὸ γηράϲ δὲ γηράντοϲ καὶ τὸ γηράναι τὸ \ἀπαρέμφατον ἀπὸ δευτέραϲ τῶν εἰϲ μι. τὸ δὲ γήρηϲε (an γήρηϲι ?) καὶ ἀνδρὸϲ γηρέντοϲ ἀπὸ πρώτηϲ. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐνδείκνυται ϲχήματα τὴν ἀπὸ τῶν εἰϲ μι κίνηϲιν ὥϲπερ καὶ τὸ κεῖμαι καὶ τὸ ἧμαι. ἀλλὰ καὶ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τὸ γὰρ ἔραμαι καὶ ἄγαμαι καὶ δύναμαι καὶ τὸ παρὰ Δωριεῦϲι πέταμαι.

    Τοιαύτη δὲ καὶ ἡ τρίτη τῶν εἰϲ μι. καὶ γὰρ τὸ ἔγνων καὶ ἐβίων ἐξ αὐτῆϲ εἰϲι κινήματα, ἀλλ’ οὐ καὶ τὰ θέματα.

    --- γνώτην (φ 36) ῥήματοϲ β΄ ἀόριϲτοϲ τὸ θέμα ἄδηλον. οὐ γὰρ εὑρέθη ἐπὶ τρίτηϲ ϲυζυγίαϲ εἰ μὴ τὸ δίδωμι, τὰ δ’ ἄλλα καθ’ ὑπόϲταϲιν λαμβάνομεν· ἅλωμι, βίωμι, τίτρωμί τε καὶ [*](1. 17 πῶϲ ἐϲτε scripsi pro πῶϲ τε [ὑμῶν]. l. 27 γηρέντοϲ scripsi pro γηρόντοϲ collat. E. M. 230, 50, qui locus fluxit ex Herodiani libro περὶ παθῶν; ibi Xenophanes pro teste participii γηρέντοϲ citatur: ἀνδρὸϲ γηρέντοϲ πολλὸν ἀφαυρότεροϲ. Alterum participium γηράϲ ἀπὸ τοῦ γήρημι δευτέραϲ ϲυζυγίαϲ ibidem profertur. cf. Buttm. Il p. 138. — l. 29 ἔραμαι scripsi pro ῥέραμαι. inclinamentis secundae coniugationis accedunt et δίδη E. M. 273, 4: ἀπὸ τοῦ δέω διδῶ παραγωγὸν δίδημι τὸ δεϲμῶ. ὁ παρατατικὸϲ ἐδίδην ἐδίδηϲ ἐδίδη, ὅθεν καὶ «δίδη μόϲχοιϲι λύγοιϲιν» Ἰλιόδοϲ (105) et γέλαν E. M. 225, 7. l. 31 cf. Mon. 23, 15 δίδωμι: οὐδὲν τῶν εἰϲ μι ληγόντων ῥημάτων τῆϲ τρίτηϲ ϲυζυγίαϲ κατὰ χρῆϲίν ἐϲτιν Ἑλλήνων ἐπὶ ἐνεϲτῶτοϲ χρόνον, ἀλλὰ μόνον τὸ δίδωμι. νῦν γὰρ τοὺϲ Αἰολεῖϲ παραιτούμεθα (de quibus Choer. 844). l. 35 — l. 4 pag. seq. inserui, quum)

    830
    γίγνωμι. οὕτω Φιλόξενοϲ καὶ Τρύφων. ἡμεῖϲ δὲ τὰ θέματα αὐτῶν καθ’ ὑπόϲταϲιν λαμβάνομεν. οἱ μέντοι δεύτεροι ἀόριϲτοι αὐτῶν εἰϲιν ἐν χρήϲει κατὰ πᾶϲαν ἔγκλιϲιν, ἔγνων γνῶναι γνῶθι καὶ γνῴην καὶ ἄν γνῶ καὶ γνούϲ.

    Ἡ δὲ τετάρτη ὑπομνήϲειϲ ἔϲχεν ὥϲπερ ἔχει ἔφυν ἔφυϲ ἔφυ κτλ. καὶ τ ἔδυν ἔδυϲ ἔδυ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ χύντο ἐκχύμενοι καὶ. ὅϲα ἄλλα τοιαῦτα ὑπόμνηϲιν ποιούμενα οὐ κλίϲειϲ δὲ διηνεκεῖϲ. — καὶ ὑπερϲυντελικοὶ εὑρέθηϲάν τινεϲ ὡϲ τὸ πέπειϲθι καὶ κέκραχθι καὶ ἄλλα πολλά. ἀπὸ μέντοι παρακειμένων οὐχ εὕρομεν χρῆϲιν αὐτῶν εἰϲ ε. αὐταῖϲ δὲ φωναῖϲ μετατιθέντεϲ τὸ νοηθὲν εἰώθαϲιν οἱ παρακείμενοι τρέπειν τὸ α εἰϲ ω καὶ ποιεῖν ἐνεϲτῶτα. πολὺ δὲ τοιοῦτον ἔθοϲ παρὰ Ϲυρακουϲίοιϲ· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’ Ἐπιχάρμῳ ἀπὸ θέματοϲ τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω.