Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἤμην τὸ ϲημαντικὸν τοῦ ὑπάρχειν ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲατο.
ἰϲτέον ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται ἀντὶ γάρ τοῦ ἤμην «ἦν ἐγώ» λέγουϲιν, ὡϲ Ἀριϲτοφάνηϲ (Plut. 28)
πᾶϲ ἐνεργητικὸϲ παρακείμενοϲ ἐπὶ τῶν εἰϲ μι τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μαί καὶ τὴν παραλήγουϲαν ϲυϲτέλλων παθητικὸϲ γίνετα οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα βέβαμαι (ἐξ οὖ τὸ ἐβάθην καὶ παρεβάθην), ἕϲτηκα, ὅϲον κατὰ τὴν ἀναλογίαν, ἀπὸ τοῦ ἵϲτημι ϲτῶ, καὶ ἕϲταμαι ὁ παθητικὸϲ παρακείμενοϲ. πρόϲκειται «ὅϲον κατὰ τὴν ἀναλογίαν», ἐπειδὴ ἕϲτακά ἐϲτιν ὁ ἐνεργητικὸϲ παρακείμενοϲ τοῦ ἵϲτημι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἕϲτηκα μέϲου παρακειμένου τοῦ ὄντοϲ ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν εἴρηται. τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ τέθειμαι διὰ τῆϲ ει διφθόγγου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥϲπερ τὸ ἐνεργητικὸν τὸ τέθεικα τὸ διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆϲ ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ η κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον ὥϲπερ Λάχηϲ Λάχειϲ· τὸ δὲ παθητικὸν οὐκ ἔϲτι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆϲ ει διφθόγγου Βοιωτικὸν εἴπωμεν κατὰ κρᾶϲιν (leg. τροπὴν) τοῦ η εἰϲ τὴν ει δίφθογγον.
ἰϲτέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου, ὁ γὰρ τέθειμαι κατὰ πλεοναϲμὸν ἔχει τὸ ῑ, γέγονεν ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ ἐτέθην τροπῇ τῆϲ μαι εἰϲ θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν ϲυμφώνου δεῖ δὲ γινώϲκειν, ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου τραπείϲηϲ τῆϲ μαι ϲυλλαβῆϲ εἰϲ θην ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ δαϲέωϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ πρῶτον θ ἐτράπη, καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἶον ἐτύφθην. τούτων οὕτωϲ ἐχόντων, τὸ ἐγνώϲθην καὶ ἠδυνάϲθην καὶ ἐδυνήθην, μακρᾷ παραληγόμενα, οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· εἰ γὰρ ῆϲαν ἀπὸ τῶν εἰϲ μι οὕτωϲ ἤμελλον εἶναι· γνῶμι γνώϲω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο ὥϲπερ δίδωμι δώϲω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώϲω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήϲω δεδύνηκα εἶχεν εἶναι δεδύναμαι ἐδυνάθην ὥϲπερ βίβημι βήϲω βέβηκα βέβαμαι καὶ ἐβόθην, ἐξ οὖ τὸ παρεβάθην ἀλλ᾿ , ὡϲ εἴρηται, ἀπὸ τῶν εἰϲ ω ἐϲτίν καὶ τὸ μὲν ἐγνώϲθην γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι γνώω τῆϲ ἕκτηϲ ϲυζυγίαϲ, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ (Α 302)
ἀόριϲτοϲ δεύτεροϲ ἐν τοῖϲ παθητικοῖϲ τῶν εἰϲ μι οὐκ ἔϲτιν, ἐπειδὴ προελήφθη ὁ χρόνοϲ ἐν τοῖϲ ἐνεργητικοῖϲ· καὶ γὰρ δεύτεροϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ μακροκαταληκτεῖν θέλει. ἐπειδὴ οὖν ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνεργητικὸϲ μακροκαταληκτεῖ ἐν τοῖϲ εἰϲ μι οἶον ἔϲτην, ἔγνων, ἔδων, τούτου χάριν ὡϲ προληφθέντοϲ τοῦ χρόνου, ἤγουν τῆϲ μακροκαταληξίαϲ, ἐν τοῖϲ ἐνεργητικοῖϲ, ἐπιλέλοιπε τὸ παθητικόν.