Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἰϲτέον δὲ ὅτι τὰ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ο κλίνεται, εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγοϲ περὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ οἷον ζεύγνυμι, ὄμνυμι· τὰ γὰρ διϲύλλαβα κλίνεται καὶ μετὰ τὸν παρατατικὸν οἶον δῦμι δύϲω ἔδυν.

ἰϲτέον ὅτι ὥϲπερ ἐν τοῖϲ εἰϲ μι καθόλου ὁ μέϲοϲ παρακείμενοϲ ἐπιλιμπάνει δι᾿  ἣν εἰρήκαμεν αἰτίαν, οὕτω καὶ ὁ δεύτεροϲ μέλλων ὁ ἐνεργητικὸϲ ὁριϲτικὸϲ καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰϲ μι διὰ ταύτην τὴν αἰτίαν· ἡνίκα ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ πρώτου ἀορίϲτου, τότε καὶ ὁ δεύτεροϲ μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίϲτου οἶον ἐμύκηϲα ἔμυκον μυκήϲω μυκῶ, ἐβλάϲτηϲα. ἔβλαϲτον βλαϲτήϲω βλαϲτῶ ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου, τούτου χάριν ὁ β΄ μέλλων ἐνδεῖ τοῦ β΄ ἀορίϲτου. τούτων οὕτωϲ ἐχόντων, ἐν τοῖϲ εἰϲ μι ἀεὶ ὁ β΄ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου οἷον ἔϲτηϲα ἔϲτην, ἔγνωϲα ἔγνων, ἔδωκα ἔδων. ἀναγκάζεται οὖν ὁ δεύτεροϲ μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορίϲτου· καὶ ἐπειδὴ ἐν τοῖϲ εἰϲ μι ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὁ δεύτεροϲ ἀόριϲτοϲ οὐχ ὑπερβαίνει τὴν διϲυλλαβίαν οἷον ἔϲτην, ἔγνων, (πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἐβίων δευτέρου ἀορίϲτου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων διϲυλλάβου ἐϲτίν) ὁ δεύτεροϲ μέλλων εὑρεθήϲεται εἰϲ μονοϲυλλαβίαν περιιϲτάμενοϲ, ὅπερ ἐϲτὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοϲύλλαβοϲ εὑρίϲκεϲθαι. καὶ καθόλου δὲ οὐδέποτε μονοϲύλλαβον ῥῆμα ὁριϲτικὸν εἰϲ ω λῆγον εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ εἰ μὴ εὑρεθῇ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οἷον δρῶ, θλῶ, κλῶ, ϲμῶ. πρόϲκειται «ὁριϲτικὸν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ. πρόϲκειται «εἰϲ ω λῆγον» διὰ τὸ κλεῖϲ καὶ χεῖϲ καὶ ῥεῖϲ διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον [*](1. 8 cf. Il. Pr. Δ 222 πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι μακροκατάληκτόϲ ἐϲτιν ἔγνων ἑάλων ἐξέτρων ἔτληνἔϲτην ἔδην ἔφην· ἔφυν ἄρα καὶ ἔδυν. de ἕκτην cf. Il. Pr. Δ 319. l. 10 cf. Choer. 873, 21 seqq.)

839
πρόϲωπον καὶ δεύτερον ϲυναιρούμενα κατὰ τὸ πρῶτον οὐ ϲυναιρεῖται, ἵνα μὴ εὑρεθῇ εἰϲ ω λήγοντα καὶ μονοϲυλλοβοῦντα ὁριϲτικὰ ὄντα καὶ μὴ ὄντα δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων.

ἰϲτέον ὅτι πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων, τροπῇ τῆϲ μι εἰϲ μαι παθητικὸϲ γίνεται μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τῶν ἐνεργητικῶν. καὶ δεῖ γινώϲκειν, ὅτι ἡ μὲν πρώτη ϲυζυγία τῶν εἰϲ μι ϲυϲτέλλει τὴν παραλήγουϲαν διά τοῦ ε οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἡ δὲ δ΄ τὸ δίχρονον μόνον ϲυϲτέλλει· εὐλόγωϲ ἡ μὲν πρώτη ϲυζυγία διὰ τοῦ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ε ἔχει· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει τὸ ᾱ καὶ ἡ τρίτη διὰ τοῦ ο ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον ϲυϲτέλλει, ἐπειδὴ καὶ τὸ πρωτότυπον διὰ διχρόνου ϲυνεϲταλμένου ἐϲτί. τούτων οὕτωϲ ἐχόντων, τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ῑ, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐϲτὶ διὰ τοῦ ῑ· ἀλλ᾿ ἐπειδὴ ἐνταύθα οὐδὲν πλέον ἤμελλε ϲημαίνειν τὸ παθητικὸν τοῦ ἐνεργητικοῦ (καὶ τὸ παθητικὸν γὰρ ὁμοίωϲ τὸ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦν), τούτου χάριν ἐπιλέλοιπε τὸ παθητικόν, ὡϲ τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν ϲημαϲίαν καὶ ἀπὸ τοῦ εἰμὶ τοῦ ϲημαίνοντοϲ τὸ ὑππάρχω τὸ παθητικὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐϲτὶ διὰ τοῦ ἐ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀλλ’ ἐποιδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχει παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰϲ παθητικὸν καὶ γίνεται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι.

ζητεῖται δὲ περὶ τοῦ ἐπίϲταμαι, ὅτι πόθεν γέγονε; καὶ λέγει ὁ Ἀπολλώνιοϲ, ὅτι ἀπὸ τοῦ ἵϲτημι γίνεται ἵϲταμαι, καὶ προϲερχομένη ἡ ἐπί πρόθεϲιϲ ὤφειλε τρέψαι τὸ π εἰϲ φ, ἵνα ῇ ἐφίϲταμαι, καὶ γὰρ τὸ ἵϲταμαι δαϲύνεται οἷον καθίϲταμαι, ὑφίϲταμαι, ἀλλὰ γέγονεν ἐπίϲταμαι, τοῦ π φυλαχθέντοϲ Ἰωνικῶϲ· καὶ γὰρ τὸ ἥλιοϲ δαϲύνεται, καὶ ὅμωϲ ἀπηλιώτηϲ Ἰωνικῶϲ ἐπεκράτηϲε λέγεϲθαι διά τοῦ π καὶ οὐκ ἀφηλιώτηϲ διὰ τοῦ καὶ πάλιν ὁ Ἥφαιϲτοϲ δαϲύνεται, καὶ ὅμωϲ «ἐπ’ Ἡφαίϲτοιο θύρῃϲιν» Ἰωνικῶϲ εἶπεν ὁ ποιητήϲ· οὕτωϲ οὖν, ὡϲ εἴρηται, καὶ τὸ ἐπίϲταμαι Ἰωνικῶϲ ἐφύλαξε τὸ π, εἰ οὖν οὕτωϲ γέγονεν ἀπὸ τοῦ ἵϲταμαι· ἢ ἀπὸ τοῦ ἰϲῶ ἴϲημι ὃ ϲημαίνει τὸ γινώϲκω γέγονεν ἴϲαμαι καὶ ἐν πλεοναϲμῷ τοῦ τ ἴϲταμαι καὶ ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφύλαξε τὸ π τῆϲ ἐπί προθέϲεωϲ, ἐπειδὴ τὸ ἴϲημι ψιλοῦται. ὁ δὲ Φιλόξενοϲ λέγει, ὅτι ἔϲτιν εἴδω εἴϲω ὃ ϲημαίνει τὸ γινώϲκω, ἀφ’ οὖ τὸ ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων· γράφεται δέ διὰ τοῦ ῑ τὸ ἰϲτόϲ, ἐπειδὴ τὸ εἴδω ἐν ταῖϲ ϲυνθέϲεϲι ταῖϲ ὀνοματικαῖϲ καὶ ταῖϲ παραγογαῖϲ ταῖϲ ὀνοματικαῖϲ ἀποβάλλει τὸ ε οἶον ἴδμων, ἱϲτορία, νῆϊϲ (ὁ ἄπειροϲ, ὁ τοῦ εἰδέναι ἐϲτερημένοϲ), Πολύϊδοϲ (ἔϲτι δὲ ὄνομα μάντεωϲ)· τὸ γὰρ εἰδήμων γραφόμενον διὰ τῆϲ ει διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ εἴδω βαρυτόνου, ἀλλ’ ἀπὸ περιϲπωμένου τοῦ εἰδῶ εἰδῇϲ εἰδήμων. ἐκ τοῦ οὖν ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων γέγονεν ἰϲτῶ ἰϲτήϲω ἰϲτήμων καὶ ἐπιϲτήμων, ἐκ τούτου δὲ τοῦ ἰϲτῶ τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω γέγονεν ἴϲτημι καὶ ἴϲταμαι καὶ ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφυλάχθη τὸ π, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνηϲιϲ, ὡϲ ἐκ τοῦ εἴδυ γεγενημένη, ὅπερ ψιλοῦται.

τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προϲώπῳ εἰϲ ϲ ποιεῖ τὰ δεύτερα πρόϲωπα οἷον πεποίηται πεποίηϲαι, πεποιηκὼϲ γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, καὶ δύναται δύναϲαι ὅτι δυνάϲ, καὶ ἐπίϲταται ἐπίϲταϲαι, ὅτι ἐπιϲτάϲ εἰ l. 30 ἐπ’ Ἡφ. θύρῃϲιν etiam ap. Apollon d. adv. p. 562 affertur; homericus quidem locus non est.

840
καὶ μὴ εὕρηται ἐν χρήϲει τὸ δυνάϲ καὶ ἐπιϲτάϲ· εἰϲὶ δὲ ὡϲ ἀπὸ τοῦ δύνημι καὶ. ἐπίϲτημι, καὶ δύναμαι καὶ ἐπίϲταμαι· τὸ δὲ δύνῃ καὶ ἐπίϲτῃ κατὰ πάθοϲ λέγουϲιν, ὡϲ ἀπὸ τοῦ δύναϲαι καὶ ἐπίϲταϲαι, δύνααι ἐπίϲτααι καὶ Ἰωνικῶϲ δύνεαι καὶ ἐπίϲτεαι, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ εἰϲ η δύνῃ καὶ ἐπίϲιῃ, καὶ μένει τὸ ῑ προϲγεγραμμένον.