Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πᾶϲ ἐνεϲτὼϲ εἰϲ μι λήγων τρέπων τὴν μι εἰϲ ω καὶ τὴν ἄρχουϲαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥϲπερ ἀναδιπλαϲιαϲμὸν διά τοῦ ῑ, μέλλων γίνεται οἷον κίχρηι χρήϲω, πίμπλημι πλήϲω, βίβημι βήϲω (τὸ πορεύομαι)· ἐάν δὲ μὴ ἔχῃ διπλαϲιαϲμὸν διὰ τοῦ ῑ, οὐκ ἀποβάλλει τὴν ἄρχουϲαν ἐν τῷ μέλλοντι, ἀλλὰ μόνον τροπῇ τῆϲ μι εἰϲ ω γίνεται οἶον φημί φήϲω, δῦμι δύϲω, φῦμι φύϲω, ἐξ οὖ τὸ ἔφυν, κλῦμι κλύϲω, ἐξ οὖ τὸ ἔκλυν, καὶ τὸ προϲτακτικὸν κλῦθι, βίωμι βιώϲω, ἡ γὰρ βι ϲυλλαβὴ ἐνταῦθα οὐκ ἔϲτιν ἀπὸ διπλαϲιαϲμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ βιοῖϲ γέγονε.

Ἰϲτέον δὲ ὅτι τὰ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ο κλίνεται, εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγοϲ περὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ οἷον ζεύγνυμι, ὄμνυμι· τὰ γὰρ διϲύλλαβα κλίνεται καὶ μετὰ τὸν παρατατικὸν οἶον δῦμι δύϲω ἔδυν.

ἰϲτέον ὅτι ὥϲπερ ἐν τοῖϲ εἰϲ μι καθόλου ὁ μέϲοϲ παρακείμενοϲ ἐπιλιμπάνει δι᾿  ἣν εἰρήκαμεν αἰτίαν, οὕτω καὶ ὁ δεύτεροϲ μέλλων ὁ ἐνεργητικὸϲ ὁριϲτικὸϲ καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰϲ μι διὰ ταύτην τὴν αἰτίαν· ἡνίκα ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ πρώτου ἀορίϲτου, τότε καὶ ὁ δεύτεροϲ μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίϲτου οἶον ἐμύκηϲα ἔμυκον μυκήϲω μυκῶ, ἐβλάϲτηϲα. ἔβλαϲτον βλαϲτήϲω βλαϲτῶ ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου, τούτου χάριν ὁ β΄ μέλλων ἐνδεῖ τοῦ β΄ ἀορίϲτου. τούτων οὕτωϲ ἐχόντων, ἐν τοῖϲ εἰϲ μι ἀεὶ ὁ β΄ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου οἷον ἔϲτηϲα ἔϲτην, ἔγνωϲα ἔγνων, ἔδωκα ἔδων. ἀναγκάζεται οὖν ὁ δεύτεροϲ μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορίϲτου· καὶ ἐπειδὴ ἐν τοῖϲ εἰϲ μι ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὁ δεύτεροϲ ἀόριϲτοϲ οὐχ ὑπερβαίνει τὴν διϲυλλαβίαν οἷον ἔϲτην, ἔγνων, (πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἐβίων δευτέρου ἀορίϲτου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων διϲυλλάβου ἐϲτίν) ὁ δεύτεροϲ μέλλων εὑρεθήϲεται εἰϲ μονοϲυλλαβίαν περιιϲτάμενοϲ, ὅπερ ἐϲτὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοϲύλλαβοϲ εὑρίϲκεϲθαι. καὶ καθόλου δὲ οὐδέποτε μονοϲύλλαβον ῥῆμα ὁριϲτικὸν εἰϲ ω λῆγον εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ εἰ μὴ εὑρεθῇ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οἷον δρῶ, θλῶ, κλῶ, ϲμῶ. πρόϲκειται «ὁριϲτικὸν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ. πρόϲκειται «εἰϲ ω λῆγον» διὰ τὸ κλεῖϲ καὶ χεῖϲ καὶ ῥεῖϲ διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον [*](1. 8 cf. Il. Pr. Δ 222 πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι μακροκατάληκτόϲ ἐϲτιν ἔγνων ἑάλων ἐξέτρων ἔτληνἔϲτην ἔδην ἔφην· ἔφυν ἄρα καὶ ἔδυν. de ἕκτην cf. Il. Pr. Δ 319. l. 10 cf. Choer. 873, 21 seqq.)

839
πρόϲωπον καὶ δεύτερον ϲυναιρούμενα κατὰ τὸ πρῶτον οὐ ϲυναιρεῖται, ἵνα μὴ εὑρεθῇ εἰϲ ω λήγοντα καὶ μονοϲυλλοβοῦντα ὁριϲτικὰ ὄντα καὶ μὴ ὄντα δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων.

ἰϲτέον ὅτι πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων, τροπῇ τῆϲ μι εἰϲ μαι παθητικὸϲ γίνεται μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τῶν ἐνεργητικῶν. καὶ δεῖ γινώϲκειν, ὅτι ἡ μὲν πρώτη ϲυζυγία τῶν εἰϲ μι ϲυϲτέλλει τὴν παραλήγουϲαν διά τοῦ ε οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἡ δὲ δ΄ τὸ δίχρονον μόνον ϲυϲτέλλει· εὐλόγωϲ ἡ μὲν πρώτη ϲυζυγία διὰ τοῦ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ε ἔχει· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει τὸ ᾱ καὶ ἡ τρίτη διὰ τοῦ ο ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον ϲυϲτέλλει, ἐπειδὴ καὶ τὸ πρωτότυπον διὰ διχρόνου ϲυνεϲταλμένου ἐϲτί. τούτων οὕτωϲ ἐχόντων, τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ῑ, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐϲτὶ διὰ τοῦ ῑ· ἀλλ᾿ ἐπειδὴ ἐνταύθα οὐδὲν πλέον ἤμελλε ϲημαίνειν τὸ παθητικὸν τοῦ ἐνεργητικοῦ (καὶ τὸ παθητικὸν γὰρ ὁμοίωϲ τὸ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦν), τούτου χάριν ἐπιλέλοιπε τὸ παθητικόν, ὡϲ τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν ϲημαϲίαν καὶ ἀπὸ τοῦ εἰμὶ τοῦ ϲημαίνοντοϲ τὸ ὑππάρχω τὸ παθητικὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐϲτὶ διὰ τοῦ ἐ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀλλ’ ἐποιδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχει παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰϲ παθητικὸν καὶ γίνεται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι.