Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἐπὶ τῶν εἰϲ μι ἐκ τοῦ μέλλοντοϲ κανονίζεται ἡ ἄρχουϲα τοῦ παρακειμένου. ἔϲτιν οὖν θήϲω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενοϲ διὰ τοῦ η ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον [*](imperfeeti formis cf. Il. Pros.Ε 887 τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ. διὸ ϲυϲταλτέον τὸ α ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (ξ 222) ὃ καὶ διὰ τοῦ η λέγεται «οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ φυγοπτόλεμοϲ» (ξ 213). l. 33 supra Choer. 670, 14 ═ περὶ ῥημ fragm. 31, not. δάμνω scriptum cst l. 19 cf. περὶ ῥημάτων fr. 6.)
ἰϲτέον ὅτι ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ, καὶ ἡ αἰτία ἐϲτὶν αὕτη· ἡνίκα ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ περιττοϲυλλαβεῖ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ περιττοϲυλλαβεῖ τοῦ μέϲου παρακειμένου οἶον κτυπῶ κτυπήϲω ἐκτύπηϲα ἔκτυπον ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήϲω ἐδούπηϲα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ α΄ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἰϲοϲυλλαβεῖ τῷ δευτέρῳ ἀορίϲτῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἰϲοϲυλλαβεῖ τῷ μέϲῳ παρακειμένῳ, ἔϲτειλα ἔϲταλον ἔϲταλκα ἔϲτολα. ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι, ἐπειδὴ ἀεὶ περιττοϲυλλαβε ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, ἔϲτηϲα γὰρ καὶ ἔϲτην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέϲοϲ παρακείμενοϲ, ἤμελλε περιττοϲυλλαβεῖϲθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕϲτακα τριϲυλλαβούντων, αὐτόϲ, φημὶ δὴ ὁ μέϲοϲ παρακείμενοϲ, εἰϲ διϲυλλαβίαν περιπίπτων ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ ὁ μέϲοϲ παρακείμενοϲ διϲύλλαβοϲ εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ τοῦ οἷδα καὶ τοῦ εἶκα ὃ ϲημαίνει τὸ ὁμοιῶ, ὡϲ παρὰ Ἀλκμᾶνι
ἰϲτέον ὅτι πᾶϲ μέλλων ἀπὸ τῶν εἰϲ μι τρέπων τὴν ϲω εἰϲ [*](1. 10 ἄλλο ante ἀλλὰ inserui, potui etiam scribere ἄλλο τοῦ. l. 37 potius οἶκαϲ; cf. Bergk, frg. Alcm. 76, Lehrs ad Hdn. Mon. 24, 9. . 44 Bekker. Anecd. p. 1294 edidit τόκων ἔχων τόκουϲ.)
ϲημείωϲαι, ὅτι ἐπὶ τῶν εἰϲ μι ἐπὶ δευτέρου ἀορίϲτου φυλάττεται ἡ λήγουϲα αὐτοῦ, ἤγουν τοῦ δευτέρου ἀορίϲτου, ἐν τοῖϲ πληθυντικοῖϲ παραλήγουϲα ἡ αὐτὴ οἷον ἵϲτημι· ὁ β΄ ἀόριϲτοϲ ἔϲτην ἔϲτημεν ἔϲτητε. γνῶμι· ὁ β΄ ἀόριϲτοϲ ἔγνων ἔγνωμεν ἔγνωτε. πλὴν τοῦ ἔθην ἔθεμεν ἔθετε, ἔδων ἔδομεν ἔδοτε, ἧν ἕμεν ἕτε. καὶ διὰ τί πλὴν τούτων διότι, φηϲὶν ὁ τεχνικόϲ, τὰ ἑνικὰ οἶον ἔθην ἔδων ἧν οὐχ εὑρίϲκεται ἐν χρήϲει· τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν εὑριϲκόμενα ἐν χρήϲει ἐναλλάϲϲεται κείμενα ὡϲ ἔτυχεν.