Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) « ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ᾿  Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον.

(Περὶ ὑποτακτικῶν).

πᾶν ἐνεργητικὸν ἢ μέϲον ἢ παθητικὸν ὑποτακτικὸν μὴ ἔχοντοϲ τὸ μ κλιτικὸν τοῦ ἰδίου ὁριϲτικοῦ παρῳχημένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶϲ παρψχημένοϲ ὁριϲτικὸϲ εἴτε ἐνεργητικὸϲ εἴτε μέϲοϲ εἴτε παθητικὸϲ μὴ ἔχων τὸ μ κλιτικὸν τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ οἶον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύϲουν ἐὰν χρυϲῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίηϲα ἐὰν ποιήϲω, ἐνόηϲα ἐὰν νοήϲω, ἐλάληϲα ἐὰν λαλήϲω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐάν δεδούπω, ἐϲτάλκειν ἐὰν ἐϲτάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ [*](1. 33 verbis ἐν ἑτέροιϲ hic περὶ ῥημάτων liber signifcatus videtur. Schol. ad Aristoph. l. (cf. Suid. s. v): μεμνῇτο ὁ Ἡρωδιανόϲ φηϲι ἐν τῇ Ὁμηρικῇ προϲῳδίᾳ. cf. Lob. El. II 42.)

824
τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐϲτάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ἐπειδὴ ἡ ἄρχουϲά ἐϲτι τοῦ παρακειμένου [ἔφθαρκα καὶ ἔϲταλκα]. ὁ δὲ παρακείμενοϲ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν. εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκταϲιϲ, ηὑρίϲκετο ἡ ἄρχουϲα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐϲτίν ἀδύνατον. πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν.

πᾶϲ παρῳχημένοϲ ὁριϲτικὸϲ ἔχων τὸ κλιτικόν, εἴτε παθητικὸϲ εἴτε μέϲοϲ, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μαι καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ ω μετὰ τὸ ἀποβαλεῖν τὴν ἐν ἀρχαῖϲ κλιτικὴνἔκταϲιν, δηλονότι χωρὶϲ τοῦ παρακειμένου, οὖτοϲ γάρ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖϲ αὐτοῦ κλιτικὴν ἔκταϲιν, οὕτε ἐν ταῖϲ μετοχαῖϲ οὕτε ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι, τὸ ὑποτακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγωμαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυϲούμην ἐὰν χρυϲῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι ἐποιηϲάμην ἐὰν ποιήϲωμαι, ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱϲτάμην ἐὰν ἱϲτῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἐπιϲτάμην ἐὰν ἐπίϲτωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι. ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον ϲύμρωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἶον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, λέλεγμαι ἐὰν λελεγμένοϲ ὦ, ἔϲπμρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔϲτιν εἰϲ μαι, ἀλλ’ εἰϲ ω οἶον δαμῶ, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ κλιτικόν.

(Περὶ μετοχῶν).