Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πάντα τὰ εὐκτικὰ εἴτε εἰϲ μι λήγει εἴτε εἰϲ μην εἴτε εἰϲ ην καθαρὸν διφθόγγῳ θέλει παραλήγεϲθαι τῇ μετὰ τοῦ οἷον τύπτοιμι πεποιήμην τυπτοίμην τυψαίμην τυφθηϲοίμην τυφθείηϲ νυγοίην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν τοῖϲ δυικοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ. δεῖ δὲ προϲθεῖναι, χωρὶϲ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶϲ τοῦ ῑ.

Formas ὀμνύην, ζευγνύην, πηγνύην ῑ destitutas eodem modo quo ab Apollonio, de quo cf. Skrsecxka Apollon. Lehre vom Verbum I 6, ab Herodiano explicatas arbitror: Choer. 774, 13: καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προϲθέϲει τοῦ μ παθητικὰ γίνεται οἶον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ῖ κατὰ τὴν παραλήγουϲαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖϲ παθητικοῖϲ, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον οὐχ εὑρίϲκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱόϲ ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖϲ παθητικοῖϲ, προαπέβαλον ἐν τοῖϲ ἐνεργητικοῖϲ. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι οὐ παραλήγεται διφθόγγῳ.

ἰϲτέον ὅτι τὰ εἰϲ μὲν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβολῇ τοῦ μ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυϲοῖμεν χρυϲοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆϲ μεν εἰϲ ϲαν τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τυφθείημεν τυφθείηϲαν, δαρείημεν δαρείηϲαν, νυγείημεν νυγείηϲαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν δοίηϲαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ ϲυγκοπὴν τοῦ η

  • δοῖμεν δ᾿  Ἀτρείδαο θυγατρῶν εἷδοϲ ἀρίϲτην (N 378),
  • τότε τὸ γ΄ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἶον
  • ὑμῖν μὲν θεοὶ δοῖεν (A 18).
  • κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τοῦτον τὸν τρὸπον ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ ἡ γενικὴ τῆϲ μετοχῆϲ τοῦ μέϲου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τρέπουϲαι. τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ῑ τὸ εὐκτικὸν ποιοῦϲιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέϲη τὸ μέϲον οἷον τετυφότοϲ τετύφοιμι, πεποιηκότοϲ πεποιήκοιμι, τετυπότοϲ τετύποιμι, δεδουπότοϲ δεδούποιμι, πεποιθότοϲ πεποίθοιμι. ἰϲτέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἶον τετυφώϲ τετυφότοϲ, πεποιθώϲ πεποιθότοϲ, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν· [*](1. 6 omisi verba τρέφοιμι τρέφοιϲ τρέφοι καὶ κατὰ πλεοναϲμὸν τοῦ η γέγονε τρφοίη Ἀττικῶϲ ὡϲ περιπατοίη καὶ προϲθέϲει τοῦ ϲ τὸ β΄τρεφοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν τὸ α΄, quibus Apollonii sententia repetitur. cf. Lob. El. I 331 et II 140. l. 31 cf. Herod. Il. Pr. Γ 102.)

    823
    ἐκεῖνα γὰρ εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅϲα ἔχει μετ’ ὀξείαϲ τάϲεωϲ τὴν μετοχὴν εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, νυγείϲ νυγέντοϲ νυγείην, γνούϲ γνόντοϲ γνοίην. ϲεϲημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ κα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον εἰδώϲ εἰδότοϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰϲ ην καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτι ὥϲπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶϲ κατὰ τροπὴν τῆϲ μι εἰϲ ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώϲ εἰδότοϲ γέγονεν εἴδοιμι, ὤϲπερ τετυφώϲ τετυφότοϲ τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμ γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆϲ μι εἰϲ ην καὶ κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε εἰδείην.

    ἰϲτέον ὅτι τύψαντοϲ ἔϲτιν ἡ γενικὴ τῆϲ μετοχῆϲ, καὶ λοιπὸν τρέπουϲα τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μ δεχομένη τὸ ῑ καὶ ἀποβάλλουϲα τὰ μὴ δυνάμενα ϲυνεκφωνηθῆναι ϲτοιχεῖα, φημὶ δὲ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ οἶον τύψαιμι· εἰ γὰρ καὶ εἶχε τὴν μετοχὴν τούτου εἰϲ καὶ διὰ τοὺ ντ κλινομένην, ἀλλ᾿  οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν. δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οἱ Αἰολεῖϲ διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποϲτρέψαιμι ὑποϲτρέψεια. καὶ τῷ μὲν α΄ προϲώπῳ οἱ Αἰολεῖϲ μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἶον τύψειαϲ τύψειε, καὶ τύψειαν τὸ γ΄ τῶν πληθυντικῶν· τίϲειαϲ τίϲειε καὶ τίϲειαν τὸ γ΄ τῶν πληθυντικῶν, ὡϲ παρὰ τῷ ποιητῇ (A 42)

  • τίϲειαν Δαναοὶ ἐμὰ δάκρυα ϲοῖϲι βέλεϲι
  • καὶ πάλιν ὑποϲτρέψειαϲ
  • μηδέτι ϲοῖϲι πόδεϲϲι ὑποϲτρέψειαϲ (Γ 407)
  • καὶ ὑποϲτρέψειαν τὸ πληθυντικόν.