Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὸ γ΄ πρόϲωπον τῶν προϲτακτικῶν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ διὰ τοῦ ᾱ ἐγένετο οἷον τυψάτω. ἔϲτι δὲ εἰπεῖν ὅτι τὸ ᾱ τὸ κεχρεωϲτημένον τῷ γ΄ προϲώπῳ τοῦ ἀορίϲτου τοῦ ὁριϲτικοῦ τὸ προϲτακτικὸν γ΄ πρόϲωπον ἀνεδέξατο. ἐκεῖ μὲν γάρ, φημὶ δὲ ἐν τῷ ὁριϲτικῷ, διὰ τὴν ϲυνέμπτωϲιν τὴν πρὸϲ τὸ α΄ πρόϲωπον τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε, ὡϲ ἐν τῷ προϲτακτικῷ ἀποϲταλείϲηϲ τῆϲ ϲυμπτώϲεωϲ τὸ κεχρεωϲτημένον α προϲῆλθε. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι εὑρίϲκονται παρὰ τῷ ποιητῇ τινεϲ κινήϲειϲ ὡϲ ἀπὸ τῆϲ διὰ τοῦ ετω κλίϲεωϲ· τὸ γὰρ «ἄξετε δὲ Πριάμοιο βίαν» (Γ 105) καὶ οἴϲετε πῦρ (Ο 718)» ὡϲ ἀπὸ τοῦ ἀξέτω καὶ οἰϲέτω ποιεῖ. ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰϲάτω οἴϲατε. ταῦτα ὁ Ἡρωδιανὸϲ πάντα οὐ λέγει εἶναι προϲτακτικὰ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τοῦ μέλλοντοϲ κατὰ ποιητικὴν ἄδειαν μετενεχθέντοϲ εἰϲ ἐνεϲτῶτα, καὶ λοιπὸν τοῦ ἐνεϲτῶτοϲ κλιθέντοϲ εἰϲ παρατατικὸν καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθωϲ προενεχθέντοϲ τοῦ προϲτακτικοῦ.