Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λέγει ὁ Ἡρωδιανὸϲ ὅτι εἰκότωϲ εἰϲ ον ἐγένετο τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ· εἰϲ ε γάρ, φηϲίν, οὐκ ἠδύνατο γενέϲθαι, ἐπειδὴ τὸ ε οὐκ ἔϲτιν ἐνταῦθα γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ὁριϲτικοῦ ἑνικοῦ πᾶν γὰρ δεύτερον πρόϲωπον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ τὸ γ΄ ποιεῖ οἶον τύπτειϲ τύπτει ἔτυπτεϲ ἔτυπτε, ἔλεγεϲ ἔλεγε, ἔμαθεϲ ἔμαθε, χωρὶϲ τοῦ ἐνεϲτῶτοϲ τῶν εἰϲ μι· ἐπ᾿  ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ϲ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲ δίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι· εἰ οὖν εἰϲ αϲ ἐϲτὶ τὸ δεύτερον πρόϲωπον δηλονότι καὶ τὸ γ΄ ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνοϲ κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ᾿  ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ γ΄ τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθηϲε τοῦ ᾱ εἰϲ ε καὶ ἐγένετο ἔτυψε. ἐπειδὴ οὖν τὸ ε οὐκ ἔϲτι γνήϲιον τοῦ γ΄ προϲώπου τοῦ ἑνικοῦ τοῦ α΄ ἀορίϲτου, ἐμάθομεν γὰρ ὅτι διὰ τοῦ ᾱ ὤφειλεν εἶναι, τούτου χάριν οὐκ ἐκφέρεται δι᾿  αὐτοῦ, φημὶ δὲ διὰ τοῦ ε, τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ. λέγει δὲ πάλιν ὁ Ἡρωδιανόϲ, ὅτι μὴ δυνάμενον γενέϲθαι εἰϲ ε διατί οὐκ ἐγένετο εἰϲ ᾱ, ἵνα τὸ κεχρεωϲτημένον τῷ γ΄ προϲώπῳ τῶν ἑνικῶν τοῦ α΄ ἀορίϲτου ἀναδέξηται τὸ προϲτακτικόν οὐδὲ γὰρ ἔχει πρῶτον ἵνα αὐτῷ ϲυνεμπέϲῃ, ὥϲπερ ἐν τοῖϲ ὁριϲτικοῖϲ. καὶ λέγει, ὅτι οὕτε εἰϲ ᾱ ἠδύνατο γενέϲθαι τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἐπειδὴ τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένονἐϲτὶν οἷον ἔτυψα, ἐποίηϲα, ἐνόηϲα. οὐ δύναται δὲ τὸ προϲτακτικὸν διὰ τοῦ ᾱ ϲυνεϲταλμένου ἐκφέρεϲθαι, ἐπειδὴ τὰ εἰϲ ᾱ λήγοντα προϲτακτικὰ μὴ ὄντα κατὰ ἀποκοπὴν μακροκαταληκτεῖν θέλει οἷον βόα, πέρα, γέλα, ὅρα, φύρα, ϲίγα, ϲιώπα, τίμα, κυβέρνα. εἰ οὖν ἐξηνέχθη τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ διὰ τοῦ ᾱ, ϲυνεϲταλμένον ἤμελλεν ἔχειν τὸ α· ὡϲ γὰρ εἴρηται τὸ ᾱ τοῦ α΄ ἀορίϲτου ϲυνεϲταλμένον ἐϲτίν, ὅπερ ἄτοπον. μὴ δυνάμενον οὖν τὸ προϲτακτικὸν τοῦ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ μήτε εἰϲ ε εἶναι, μήτε εἰϲ ᾱ, ὡϲ δέδεικται, μήτε εἰϲ θι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην (εἰ γὰρ καὶ εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην αὐτὴν ἔχει, ἀλλ᾿  οὐκ ὀξύτονον οἷον τύψαϲ τύψαντοϲ, ἐκεῖνα δὲ ἔχει προϲτακτικὸν εἰϲ θι, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, γνούϲ γνόντοϲ γνῶθι), ἐξ ἀνάγκηϲ γέγονεν εἰϲ ον κατὰ μίμηϲιν τῶν Ϲυρακουϲίων [*](1. 32 quae post ὅπερ ἄτοπον in Choerob. de voce οὖτα tamquam imperativo in ᾱ ϲυνεϲταλμένον exeunte sequuntur, mira quadam confusione ex Choer. 563 27 huc translata videntur.)

818
κουϲίων προϲτακτικῶν τοῦ β΄ ἀορίϲτου. οἱ γὰρ Ϲυρακούϲιοι τὰ προϲτακτικὰ τοῦ β΄ ἀορίϲτου εἰϲ ον μεταποιοῦϲι τὸ λάβε λάβον λέγοντεϲ καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον, οὕτωϲ οὖν καὶ τύψε τύψον.