Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον ὅτι ὁ α΄ μέλλων ὁ ἐνεργητικὸϲ πῇ μὲν τὸ ω εἰϲ τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέϲῳ μέλλοντι οἷον τύψω τύψομαι, πῇ δὲ εἰϲ τὴν δῦ δίφθογγον, καρῶ καροῦμαι. ὁ δὲ β΄ μέλλων ὁ ἐνεργητικὸϲ ἀεὶ τὸ ω εἰϲ τὴν ου δίφθογγον τρέπει ἐν τῷ α΄ μέϲῳ μέλλοντι. καὶ ὁ μὲν α΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περιϲπᾶται οἷον τύψω, εὐφρανῶ, τούτου χάριν ἡνίκα βαρύνεται τρέπει τὸ ω εἰϲ τὸ ο, ἡνίκα δὲ περιϲπᾶται, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ὁ β΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ ἀεὶ περιϲπᾶται, τούτου χάριν ἀεὶ εἰϲ τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ β΄ μέλλοντι. δεῖ δὲ καὶ τοῦτο γινώϲκειν, ὅτι εἰ καί φηϲιν Ἡρωδιανὸϲ μήποτε εὑρίϲκεϲθαι ἐν χρήϲει β΄ μέλλοντα ἐνεργητικὸν ὁριϲτικόν, ἀλλ’ οὖν ἀπὸ τοῦ β΄ μέλλοντοϲ μέϲου εὑρίϲκεται ἐν χρήϲει· ὥϲπερ καὶ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμω καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθάνω.

(Περὶ τοῦ μετ᾿ ὀλίγον μέλλοντοϲ).

(Περὶ ἀπαρεμφάτων).