Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται. οὐ γὰρ προπαροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον. ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ.

[*](1. 2 hoc sumptum videtur ex eo loco, ubi Herodianus de prima persons. perfecti passivi disputavit in eum modum, quo Choeroboscus 682, 21: ἰϲτέον ὅτι ὁ παθητικὸϲ παρακείμενοϲ ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλουϲ εἰϲ μαι οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶϲ παθητικὸϲ παρακείμενοϲ εἰϲ μαι λήγει οἷον νενόημαι, τετέλεϲμαι, λέλεγμαι. καὶ δεῖ γινώϲκειν, ὅτι οἱ μὲν εἰϲ φα ἐνεργητικοὶ παρακείμενοι τρέπουϲι τὴν φα εἰϲ μαι καὶ ἕτερον μ προϲλαμβάνουϲι, τέτυφα τέτυμμαι, γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένηφα νένημμαι, ἔρραφα ἔρραμμαι· καὶ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ φ εἰϲ μ οἱ δὲ εἰϲ χα παρακείμενοι ἐνεργητικοὶ τρέπουϲι τὴν χα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ οἶον νένηχα νένηγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι, ἢ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ χ εἰϲ γ, οἱ δὲ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἰ μὲν ὦϲιν ἀπὸ περιϲπωμένων θεμάτων πρὸϲ τὴν παραλήγουϲαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουϲι τὸ κα εἰϲ μαι καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, νένηκα νένηϲμαι (aut νένημαι scribendum, aut νένηκα νένηϲμαι hic delenda sunt), κεχρύϲωκα κεχρύϲωμαι, ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ϲ προϲλαμβάνουϲιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τοῦ κα εἰϲ μαι οἶον τετέλεκα τετέλεϲμαι, γεγέλακα γεγέλαϲμαι, κεχάλακα κεχάλαϲμαι, κέκλακα κέκλαϲμαι, τέθλακα τέθλαϲμαι, ἤρκεκα ἤρκεϲμαι· εἰ δὲ ἀπὸ τῶν εἰϲ μι, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ τέθειμαι γίνεται· ἕϲτηκα ἕϲταμαι, πέπωκα πέπομαι, δέδωκα δέδομαι. ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰϲ μι· εἰ δέ εἰϲιν ἀπὸ βαρυτόνων θεμάτων οἱ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἴτε βραχείᾳ εἴτε μακρᾷ παραλήγονται, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ ϲ καί ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἷον νένηκα νένηϲμαι, πέπεικα πέπειϲμαι, ἐρράπικα ἐρράπιϲμαι, λελέπικα λελέπιϲμαι, λελάκτικα λελάκτιϲμαι, πέφρακα πέφραϲμαι, ἥρπακα ἥρπαϲμαι, χωρὶϲ τῆϲ ε΄ ϲυζυγίαϲ· ταῦτα γὰρ παῤ ἡμῖν τροπῇ τῆϲ κα εἰϲ μαι ποιεῖ τὸν παθητικὸν παρακείμενον οἶον τέτιλκα τέτιλμαι, ἔϲπαρκα ἔϲπαρμαι, ἔϲταλκα ἔϲταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκορμαι, κέκλικα κέκλιμαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα τῆϲ ε΄ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτίν, εἰ καὶ ἀπέβαλον τὸ ν ἐν τῶ ἐνεργητικῷ παρακειμένῳ. πρόϲκειται «παῤ ἡμῖν», ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκιϲ τὸ μ εἰϲ ϲ τρέπουϲι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆϲ πέμπτηϲ καὶ ἕκτηϲ ϲυζυγίαϲ, μεμόλυμμαι μεμόλυϲμαι, ὕφαμμαι ὕφαϲμαι, μεμίαμμαι μεμίαϲμαι. δεῖ προϲθεῖναι, χωρὶϲ ὀλίγων τῆϲ ἕκτηϲ ϲυζυγίαϲ· καὶ γὰρ τὰ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ πῇ μὲν προϲλαμβάνει τὸ ϲ κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προϲλαμβάνει αὐτὸ οἷον ϲβέω ϲβέϲω ἔϲβεκα ἔϲβεϲμαι, ζέω ζέϲω ἔζεκα ἔζεϲμαι, κελεύω κελεύϲω κεκέλευκα κεκέλευϲμαι· κλείω κέκλειμαι, δέον δὲ κέκλειϲμαι, ἀφ᾿  οὗ τὸ ἐκλείϲθην· κρούω κρούϲω κέκρουκα κέκρουϲμαι, ἱππεύω ἱππεύϲω ἵππευκα ἵππευμαι, βαϲιλεύω βαϲιλεύϲω βεβαϲίλευκα βεβαϲίλευμαι, τοξεύω τοξεύϲω τετόξευκα τετόξευμαι. Hic fortasse etiam πεπάλαϲθε commemoratum fuit H 171, ad quem locum Schol. πεπάλαϲθε: οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανὸϲ διὰ τοῦ ϲ, οὐ διὰ τοῦ χ.)
812

οἱ μέϲοι μέλλοντεϲ ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ α΄ ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτεροϲ ἀπὸ τοῦ δευτέρου τοῦτον τὸν τρόποον· πᾶϲ μέλλων ἐνεργητικὸϲ προϲλαβὼν τὴν μαι γίνεται, ὁ μὲν πρῶτοϲ μέλλων ἐνεργητικὸϲ πρῶτοϲ μέϲοϲ μέλλων γίνεται, ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ β΄ μέϲοϲ μέλλων γίνεται, καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸϲ μέλλων, τρέπει τὸ ω εἰϲ τὸ ο ἐν τῷ μέϲῳ μέλλοντι, τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι, ἀκούϲω ἀκούϲομαι, εἰ δὲ περιϲπᾶται ὁ μέλλων ὁ ἐνεργητικόϲ, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ἐν τῷ μέϲῳ μέλλοντι οἶον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δράμω δραμοῦμαι, πεϲῶ πεϲοῦμαι· ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντεϲ περιϲπωμένωϲ τοὺϲ μέϲουϲ τούτων μελλόντων διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον λακτιοῦμαι, βαδιοῦμαι, κουφιοῦμαι, καὶ οἱ Δωριεῖϲ δὲ πάνταϲ τοὺϲ μέλλονταϲ περιϲπῶντεϲ καὶ λέγοντεϲ τυψῶ, γραψῶ, ποιηϲῶ, κλαυϲῶ, φευξῶ, καὶ τοὺϲ μέϲουϲ αὐτῶν διὰ τῆϲ ου διφθόγγου προφέρονται οἶον ποιηϲοῦμαι, τυψοῦμαι, γραψοῦμαι, κλαυϲοῦμαι, πλευϲοῦμαι. ταῦτα δὲ οὐ μόνον παρὰ τοῖϲ Δωριεῦϲιν ἀλλὰ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ οὕτωϲ ἐπεκράτηϲε λέγεϲθαι. ἰϲτέον δ᾿ ὅτι εἰ μὲν ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ κλίϲιν ἀναδέχονται, ὁμοίωϲ τοῖϲ ἐνεϲτῶϲι καὶ παθητικοῖϲ τῆϲ α ϲυζυγίαϲ τῶν περιϲπωμένων· ὥϲπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται ποιούμεθον ποιεῖϲθον ποιεῖϲθον ποιούμεθα ποιεῖϲθε ποιοῦνται, οὕτωϲ καὶ τυποῦμαι τυπῇ τυπεῖται τυπούμεθον τυπεῖϲθον τυπούμεθα τυπεῖϲθε τυποῦνται. πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουϲι κλίϲιν οἱ παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ α΄ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ οἱ ἀπὸ περιϲπωμένων μέϲοι μέλλοντεϲ. ἀλλ᾿  οὖν χρὴ γινώϲκειν ὅτι οἱ μὲν παθητικοὶ ἐνεϲτῶτεϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελῶν ϲυναιρεθέντεϲ, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸϲ τὴν ϲυναίρεϲιν ποιοῦνται τὴν κλίϲιν· οἱ δὲ ἀπὸ περιϲπωμένων μελλόντων μέϲοι μέλλοντεϲ, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ καροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ ϲυναιρέϲεωϲ ποιοῦνται τὴν κλίϲιν, οὐδὲ γάρ εἰϲιν ἀπὸ τῶν ἐντελῶν ϲυνῃρημένοι.

(Περὶ μέϲου μέλλοντοϲ δευτέρου).