Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ὅτι ἡ τρίτη ϲυζυγία τῶν περιϲπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἶον χρυϲῶ χρυϲώϲω ἢ τῷ ο οἷον ὀμῶ ὀμόϲω. καὶ ἔϲτιν εἰπεῖν, διὰ τί; ὅτι ὅϲα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον χρυϲόϲ χρυϲῶ χρυϲώϲω, ἄργυροϲ ἀργυρῶ ἀργυρώϲω, γύψοϲ γυψῶ γυψώϲω, χείρ χειρῶ χειρώϲω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώϲομαι), πῦρ πυρόϲ πυρῶ πυρώϲω, ϲτέφανοϲ ϲτεφανῶ ϲτεφανώϲω, ὀρθόϲ ὀρθῶ ὀρθώϲω, ϲτρεβλόϲ ϲτρεβλῶ ϲτρεβλώϲω, κακόϲ κακῶ κακώϲω, ταπεινόϲ ταπεινῶ ταπεινώϲω ὅϲα δ’ οὐκ ἔχει ὄνομα προüποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον ὀμῶ ὀμόϲω, ὀνῶ ὀνόϲω (ϲημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόϲω (ϲημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲϲ μὲν γὰρ διὰ τοῦ ο γράφουϲιν αὐτὸ ϲ δοξάζοντεϲ μὴ ἔχειν αὐτὸ ὄνομα προυποκείμενον, τινὲϲ δὲ διὰ τοῦ ω γράφουϲιν αὐτὸ λέγοντεϲ ὅτι ἔχει ὄνομα προυποκείμενον τὸ Ἄρηϲ, Ἄρηϲ γάρ ἐϲτιν ὁ ϲίδηροϲ.

( Περὶ δευτέρου μέλλοντοϲ).

ἰϲτέον ὅτι λέγει ὁ Ἡρωδιανόϲ, ὡϲ οὐδέποτε εὑρίϲκεται δεύτεροϲ μέλλων ἐνεργητικὸϲ ὁριϲτικὸϲ ἐν χρήϲει· ἃϲ γάρ, φηϲί, παρέθετο χρήϲειϲ ὁ Ἀπολλώνιοϲ, ἢ πεπλαϲμέναι αὐτῷ εἰϲιν ὡϲ τὸ φυγῶ, δράμῶ (οὐδέτεροι γὰρ μέλλοντεϲ· οὐδεὶϲ γὰρ τῶν παλαιῶν, φηϲί, τούτοιϲ ἐχρήϲατο) ἢ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ὡϲ τὸ

  • κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονοϲ Ἀτρείδαο (Ι 388)
  • καὶ ὡϲ τὸ
  • πάντα γὰρ ἤδη τοι τελέω (ψ 20),
  • [*](I. 16 quae sequuntur usque ad p. 657, 22 Apollonii esse iure ex iis, quae statim sequuntur, ἰϲτέον δὲ ὅτι ὁ Ἀπολλώνιοϲ ἐν ἄλλοιϲ διδάϲκει ἡμᾶϲ Uhligius Mus. Rhen. XI p. 39 concludit. l. 36 φυγῶ δραμῶ scripsi pro φυγῶν δραμῶν τυπῶν omisso τυπῶ, quia sequens οὐδέτεροι de duabus tantum formis ser- monem esse indicat et quia diserte in canone ὁριϲτικόϲ memoratur. pro φύγω potius scribendum videtur νυγῶ: cf. infra p. 812, 9.)
    809
    ἐνταῦθα γὰρ οἱ ἐνεϲτῶτέϲ εἰϲιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήϲω καὶ τελέϲω, ὥϲπερ καὶ ἐν τῷ
  • ἐγ δέ κ’ ἄγω Βριϲηΐδα καλλιπάρῃον (Α 184),
  • ἐνεϲτώϲ ἐϲτιν ἀντὶ μέλλοντοϲ τοῦ ἄξω ἄλλωϲ τε δὲ οὐδέποτε ὁ μέλλων ὁ ὁριϲτικὸϲ διαλύεται, πῶϲ οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλοντεϲ ὑπῆρχον, ἐν διαλύϲει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰϲιν ἐνεϲτῶτοϲ τοῦ γαμῶ καὶ τελῶ. πρόϲκειται «ὁριϲτικόϲ», ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρέμφατον γίνεται κατὰ διάλυϲιν,
  • εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ε 688)
  • ϲημειοῦται δὲ τὸ ἐκχεῶ δευτέρου μέλλοντοϲ, οἷον καὶ τὸ κατακλιεῖ παρ’ Εὐπόλιδι ἐν Χρυϲῷ Γένει οἷον
  • εἰ μή τιϲ αὐτὴν κατακλιεῖ.
  • (Περὶ παθητικῶν).

    ( Περὶ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ).

    πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ καὶ πᾶϲ μέλλων ὁριϲτικὸϲ εἰϲ ω λήγων προϲθήκῃ τῆϲ μαι ἢ παθητικὸν ἢ μέϲον ποιοῦϲι, καὶ ὁ μὲν ἐνεϲτὼϲ προϲλαμβάνων τὴν μαι ϲυλλαβὴν παθητικὸν καὶ μέϲον ποιεῖ οἷον τύπτω τύπτομαι ὑπ’ αὐτοῦ καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ’ αὐτοῦ καὶ βιάζομαι αὐτόν. ὁ δὲ μέλλων προϲθήκῃ τῆϲ μαι μέϲον ποιεῖ μέλλοντα οἷον τύψω τύψομαι· ὁ δὲ δεύτεροϲ ἐνεργητικὸϲ μέλλων δεύτερον μέϲον μέλλοντα ποιεῖ οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, ϲταλῶ ϲταλοῦμαι. ἰϲτέον δ’ ὅτι προϲερχομένηϲ τῆϲ μαι ϲυλλαβῆϲ ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰϲ τὸ ο ἤ εἰϲ τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἐν μόνῳ ἐνεϲτῶτι οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι. πρόϲκειται «ἐν μόνῳ τῷ ἐνεϲτῶτι, ἐπειδὴ ἔν τῷ μέλλοντι τρέπεται ἡ δευτέρα ϲυζυγία τῶν περιϲπωμένων τὸ ω εἰϲ τὸ o οἷον βοῶ βοήϲομαι, ἀκροάϲω ἀκροάϲομαι, καὶ ὅλοιϲ δὲ τοῖϲ ὑποτακτικοῖϲ ὁποίαϲ ἄν εἴη ϲυζυγίαϲ τὸ ῥῆμα ἢ ὁποίου χρόνου φυλάττεται τὸ ω οἷον ἐᾶν τύπτωμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυϲῶ ἐὰν χρυϲῶμαι τρέπεται δὲ τὸ ω εἰϲ τὸ o ἐπὶ ὅλων τῶν βαρυτόνων εἴτε ἐνεϲτῶτεϲ ὦϲιν εἴτε μέλλοντεϲ, χωρὶϲ τῶν ὑποτακτικῶν δηλονότι, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, λέξω λέξομαι, ποιήϲω ποιήϲομαι· ἐπὶ δὲ τῶν περιϲπωμένων, ὑπεϲταλμένων τῶν τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τρέπεται. τὸ ω εἰϲ τὴν ου δίφθογγον εἴτε ἐνεϲτῶτέϲ εἰϲιν εἴτε μέλλοντεϲ οἷον ποιῶ ποιοῦμαι, ϲτεφανῶ ϲτεφανοῦμαι, κουφιῶ κουφιοῦμαι.

    Τὰ δὲ εἰϲ μι λήγοντα ῥήματα τροπῇ τῆϲ μι εἰϲ μαι τὸ παθητικὸν ποιεῖ οἷον τίθημι τίθεμαι, καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν· καὶ εἰ μὲν ἔχει ἡ πρώτη ϲυζυγία τὴν εἰϲ μι , ϲυϲτέλλει τὴν παραλήγουϲαν εἰϲ τὸ ε οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι· ἡ δὲ δευτέρα εἰϲ τὸ α ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον ἵϲτημι ἵϲταμαι· ἡ δὲ τρίτη εἰϲ τὸ ο ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον δίδωμι δίδομαι· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυμαι. τούτων οὕτωϲ ἐχόντων, τὸ ἧμαι τὸ ϲημαῖνον κάθημαι καὶ τὸ κεῖμαι δοκεῖ μήτε ἀπὸ τῶν εἰϲ ω εἶναι μήτε ἀπὸ τῶν εἰϲ μι· καὶ ἀπὸ τῶν εἰϲ ω δοκεῖ μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰϲ ω ἢ τῷ ο παραλήγεται ἐν τῷ εἰϲ μαι παθητικῷ ἐνεϲτῶτι οἷον τύπτομαι, [*](1. 4 ἐνεϲτώϲ ἐϲτιν scripsi pro ἐνεϲτῶτοϲ δὲ et l. 5 τὸ γαμέω pro τοῦ γαμέω et l. 10 ἐκχεῶ pro ἐκχέω.)

    810
    λέγομαι, ἢ τῷ ω οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ οἶον ποιοῦμαι, φανοῦμαι, χρυϲοῦμαι· ἐπάν οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν ἐκ τῶν εἰϲ ω ἀλλ’ οὕτε ἀπὸ τῶν εἰϲ μι ἐϲτί τὰ γὰρ εἰϲ μι ἢ τῷ ε παραλήγεται ἐν τοῖϲ παθητικοῖϲ οἶον τίθεμαι, ἢ τῷ α ϲυνεϲταλμένῳ οἶον ἵϲταμαι, ἢ τῷ ο οἷον δίδομαι, ἢ διχρόνῳ ϲυνεϲταλμένῳ οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐϲ τούτων παραλήγεται, ἄρα οὐκ ἔϲτιν οὕτε παρὰ τῶν εἰϲ μι. τί οὖν ἔϲτιν εἰπεῖν ; λέγομεν ὅτι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν ἐλέγχεται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προϲώπων ὄντα ἀπὸ τῶν εἰϲ μι, λέγω δὴ ἀπὸ τοῦ ἦμαι ἦϲαι καὶ ἀπὸ τοῦ κεῖϲαι οἷον ὡϲ παρὰ τῷ ποιητῇ (Υ 389)
  • κεῖϲαι Ὀτρυντείδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν,
  • πᾶϲ γὰρ ἐνεϲτὼϲ εἰϲ μαι λῆγον καὶ ἔχων εἰϲ αι τὸ δεύτερον πρόϲωπον ἀπὸ τῶν εἰϲ μι ἐϲτὶν οἷον τίθεμαι τίθεϲαι, ἵϲταμαι ἵϲταϲαι, δίδομαι δίδοϲαι, ζεύγνυμαι ζεύγνυϲαι. εἰ οὖν ἐϲτι τὸ δεύτερον πρόϲωπον ἧϲαι καὶ κεῖϲαι, δηλονότι ἀπὸ τῶν εἰϲ μι ἐϲτίν.

    οὐδὲν εἰϲ μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰϲ ϲ δεύτερον πρόϲωπον ἀποτελεῖ. ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίηϲε τὸ ἐδάμηϲ καὶ ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων.

    Περὶ παρακειμένου).